Ancient Greek · ~5 min
Book 1, ΠΕΡΙ ΕΥΔΑΙΜΟΝΙΑΣ.
Plotinus, Enneades 1.5-4
Not analysed yet
ἀλγηδόνες δ̓ ἔτι καὶ νόσοι καὶ τὰ ἄλλως κωλύοντα ἐνεργεῖν; εἰ δὲ δὴ μηδ̓ ἑαυτῷ παρακολουθοῖ; γένοιτο γὰρ ἂν καὶ ἐκ φαρμάκων καί τινων νόσων. πῶς δὴ ἐν τούτοις ἅπασι τὸ ζῆν εὖ καὶ τὸ εὐδαιμονεῖν ἂν ἔχοι; πενίας γὰρ καὶ ἀδοξίας ἐατέον. καίτοι καὶ πρὸς ταῦτα ἄν τις ἀποβλέψας ἐπιστήσειε καὶ πρὸς τὰς πολυθρυλλήτους αὖ μάλιστα Πριαμικὰς τύχας: ταῦτα γὰρ εἰ καὶ φέροι καὶ ῥᾳδίως φέροι, ἀλλ̓ οὐ βουλητά γε ἦν αὐτῷ: δεῖ δὲ βουλητὸν τὸν εὐδαίμονα βίον εἶναι: ἐπεὶ οὐδὲ τοῦτον εἶναι τὸν σπουδαῖον, ψυχὴν τοιάνδε, μὴ συναριθμεῖσθαι δ̓ αὐτοῦ τῇ οὐσίᾳ τὴν σώματος φύσιν. ἑτοίμως γὰρ τοῦτο φαῖεν ἂν λαμβάνειν, ἕως ἂν αἱ τοῦ σώματος πείσεις πρὸς αὐτὸν ἀναφέρωνται καὶ αὖ καὶ αἱ αἱρέσεις καὶ φυγαὶ διὰ τοῦτο γίγνωνται αὐτῷ. ἡδονῆς δὲ συναριθμουμένης τῷ εὐδαίμονι βίῳ πῶς ἂν λυπηρὸν διὰ τύχας καὶ ὀδύνας ἔχων εὐδαίμων εἴη, ὅτῳ ταῦτα σπουδαίῳ ὄντι γίγνοιτο; ἀλλὰ θεοῖς μὲν ἡ τοιαύτη διάθεσις εὐδαίμων καὶ αὐτάρκης, ἀνθρώποις δὲ προσθήκην τοῦ χείρονος λαβοῦσι περὶ ὅλον χρὴ τὸ γενόμενον τὸ εὔδαιμον ζητεῖν, ἀλλὰ μὴ περὶ μέρος, ὅτι ἐκ θατέρου κακῶς ἔχοντος ἀναγκάζοιτο ἂν καὶ θάτερον ἐμποδίζεσθαι πρὸς τὰ αὑτοῦ, ὅτι μὴ καὶ τὰ τοῦ ἑτέρου καλῶς ἔχει. ἢ ἀπορρήξαντα δεῖ σῶμα ἢ καὶ αἴσθησιν τὴν σώματος οὕτω τὸ αὔταρκες ζητεῖν πρὸς τὸ εὐδαιμονεῖν ἔχειν.