Ancient Greek · ~7 min
Book 1, ΠΕΡΙ ΑΡΕΤΩΝ.
Plotinus, Enneades 1.6-2
Not analysed yet
ἔστι μὲν οὖν οὐδὲν τῶν τοιούτων ἁμαρτία, ἀλλὰ κατόρθωσις ἀνθρώπῳ: ἀλλ̓ ἡ σπουδὴ οὐκ ἔξω ἁμαρτίας εἶναι, ἀλλὰ θεὸν εἶναι. εἰ μὲν οὖν τι τῶν τοιούτων ἀπροαίρετον γίγνοιτο, θεὸς ἂν εἴη ὁ τοιοῦτος καὶ δαίμων διπλοῦς ὤν, μᾶλλον δὲ ἔχων σὺν αὑτῷ ἄλλον ἄλλην ἀρετὴν ἔχοντα: εἰ δὲ μηδέν, θεὸς μόνον: θεὸς δὲ τῶν ἑπομένων τῷ πρώτῳ. αὐτὸς μὲν γάρ ἐστιν ὃς ἦλθεν ἐκεῖθεν καὶ τὸ καθ̓ αὑτόν, εἰ γένοιτο οἷος ἦλθεν, ἐκεῖ ἐστι: νῷ δὲ συνῳκίσθη ἐνθάδε ἥκων καὶ τοῦτον αὑτῷ ὁμοιώσει κατὰ τὴν δύναμιν τὴν ἐκείνου, ὥστε, εἰ δυνατόν, ἄπληκτον εἶναι ἢ ἄπρακτόν γε τῶν μὴ δοκούντων τῷ δεσπότῃ. τίς οὖν ἑκάστη ἀρετὴ τῷ τοιούτῳ; ἢ σοφία μὲν ἐν θεωρίᾳ ὧν νοῦς ἔχει: νοῦς δὲ τῇ ἐπαφῇ. διττὴ δὴ ἑκατέρα, ἡ μὲν ἐν νῷ οὖσα, ἡ δὲ ἐν ψυχῇ. κἀκεῖ μὲν οὐκ ἀρετή, ἐν δὲ ψυχῇ ἀρετή. ἐκεῖ οὖν τί; ἐνέργεια αὐτοῦ καὶ ὅ ἐστιν: ἐνταῦθα δὲ τὸ ἐν ἄλλῳ ἐκεῖθεν ἀρετή. οὐδὲ γὰρ αὐτοδικαιοσύνη καὶ ἑκάστη ἀρετή, ἀλλ̓ οἷον παράδειγμα: τὸ δὲ ἀπ̓ αὐτῆς ἐν ψυχῇ ἀρετή. τινὸς γὰρ ἡ ἀρετή: αὐτὸ δὲ ἕκαστον αὑτοῦ, οὐχὶ δ̓ ἄλλου τινός. δικαιοσύνη δὲ εἴπερ οἰκειοπραγία, ἆρα ἀεὶ ἐν πλήθει μερῶν; ἢ ἡ μὲν ἐν πλήθει, ὅταν πολλὰ ᾖ τὰ μέρη, ἡ δὲ ὅλως οἰκειοπραγία, κἂν ἑνὸς ᾖ. ἡ γοῦν ἀληθὴς αὐτοδικαιοσύνη ἑνὸς πρὸς αὑτό, ἐν ᾧ οὐκ ἄλλο, τὸ δὲ ἄλλο: ὥστε καὶ τῇ ψυχῇ δικαιοσύνη ἡ μείζων τὸ πρὸς νοῦν ἐνεργεῖν, τὸ δὲ σωφρονεῖν ἡ εἴσω πρὸς νοῦν στροφή, ἡ δὲ ἀνδρεία ἀπάθεια καθ̓ ὁμοίωσιν τοῦ πρὸς ὃ βλέπει ἀπαθὲς ὂν τὴν φύσιν: αὐτὴ δὲ ἐξ ἀρετῆς, ἵνα μὴ συμπαθῇ τῷ χείρονι συνοίκῳ.