Ancient Greek · ~7 min
Book 1, ΠΕΡΙ ΑΡΕΤΩΝ.
Plotinus, Enneades 1.5-2
Not analysed yet
ἀλλ̓ ἐπὶ πόσον ἡ κάθαρσις λεκτέον: οὕτω γὰρ καὶ ἡ ὁμοίωσις τίνι φανερὰ καὶ ἡ ταυτότης τίνι θεῷ. τοῦτο δέ ἐστι μάλιστα ζητεῖν θυμὸν πῶς καὶ ἐπιθυμίαν καὶ τἆλλα πάντα, λύπην καὶ τὰ συγγενῆ, καὶ τὸ χωρίζειν ἀπὸ σώματος ἐπὶ πόσον δυνατόν. ἀπὸ μὲν δὴ σώματος ἴσως μὲν καὶ τοῖς οἷον τόποις συνάγουσαν ἑαυτήν, πάντως μὴν ἀπαθῶς ἔχουσαν καὶ τὰς ἀναγκαίας τῶν ἡδονῶν αἰσθήσεις. μόνον ποιουμένην ἰατρεύσεις καὶ ἀπαλλαγὰς πόνων, ἵνα μὴ ἐνοχλοῖτο, τὰς δὲ ἀλγηδόνας ἀφαιροῦσαν καί, εἰ μὴ οἷόν τε, πρᾴως φέρουσαν καὶ ἐλάττους τιθεῖσαν τῷ μὴ συμπάσχειν: τὸν δὲ θυμὸν ὅσον οἷόν τε ἀφαιροῦσαν καί, εἰ δυνατόν, πάντη, εἰ δὲ μή, μὴ γοῦν αὐτὴν συνοργιζομένην, ἀλλ̓ ἄλλου εἶναι τὸ ἀπροαίρετον, τὸ δὲ ἀπροαίρετον ὀλίγον εἶναι καὶ ἀσθενές: τὸν δὲ φόβον πάντη —περὶ οὐδενὸς γὰρ φοβήσεται: τὸ δὲ ἀπροαίρετον καὶ ἐνταῦθα —πλήν γε ἐν νουθετήσει. ἐπιθυμία δὲ ὅτι μὲν μηδενὸς φαύλου, δῆλον: σίτων δὲ καὶ ποτῶν πρὸς ἄνεσιν οὐκ αὐτὴ ἕξει: οὐδὲ τῶν ἀφροδισίων δέ: εἴ δ̓ ἄρα, φυσικῶν, οἶμαι, καὶ οὐδὲ τὸ ἀπροαίρετον ἐχόντων: εἴ δ̓ ἄρα, ὅσον μέχρι φαντασίας προπετοῦς καὶ ταύτης. ὅλως δὲ αὐτὴ μὲν πάντως τούτων καθαρὰ ἔσται καὶ τὸ ἄλογον δὲ βουλήσεται καὶ αὐτὸ καθαρὸν ποιῆσαι, ὥστε μηδὲ πλήττεσθαι: εἰ δ̓ ἄρα, μὴ σφόδρα, ἀλλ̓ ὀλίγας τὰς πληγὰς αὐτοῦ εἶναι καὶ εὐθὺς λυομένας τῇ γειτονήσει: ὥσπερ εἴ τις σοφῷ γειτονῶν ἀπολαύοι τῆς τοῦ σοφοῦ γειτνιάσεως ἢ ὅμοιος γινόμενος ἢ αἰδούμενος, ὡς μηδὲν τολμᾶν ποιεῖν ὧν ὁ ἀγαθὸς οὐ θέλει. οὔκουν ἔσται μάχη: ἀρκεῖ γὰρ παρὼν ὁ λόγος, ὃν τὸ χεῖρον αἰδέσεται, ὥστε καὶ αὐτὸ τὸ χεῖρον δυσχερᾶναι, ἐάν τι ὅλως κινηθῇ, ὅτι: μὴ ἡσυχίαν ἦγε παρόντος τοῦ δεσπότου καὶ ἀσθένειαν ἑαυτῷ ἐπιτιμῆσαι.