Ancient Greek · ~13 min
Book 2, ΠΕΡΙ ΤΗΣ ΔἸ ΟΛΩΝ ΚΡΑΣΕΩΣ.
Plotinus, Enneades 2.1.1-3
Not analysed yet
Περὶ τῆς δἰ ὅλων λεγομένης τῶν σωμάτων κράσεως ἐπισκεπτέον. ἆρα ἐνδέχεται ὅλον δἰ ὅλου ὑγρὸν ὑγρῷ συμμιχθὲν ἑκάτερον δἰ ἑκατέρου ἢ θάτερον διὰ θατέρου χωρεῖν; διαφέρει γὰρ οὐδὲν ὁποτερωσοῦν, εἰ γίγνοιτο. οἱ μὲν γὰρ τῇ παραθέσει διδόντες ὡς μιγνύντες μᾶλλον ἢ κιρνάντες ἐατέοι, εἴπερ δεῖ τὴν κρᾶσιν ὁμοιομερὲς τὸ πᾶν ποιεῖν, καὶ ἕκαστον μέρος τὸ σμικρότατον ἐκ τῶν κεκρᾶσθαι λεγομένων εἶναι. οἱ μὲν οὖν τὰς ποιότητας μόνας κιρνάντες τὴν δὲ ὕλην παρατιθέντες ἑκατέρου τοῦ σώματος καὶ ἐπ’ αὐτῶν ἐπάγοντες τὰς παῤ ἑκατέρου ποιότητας πιθανοὶ ἂν εἶεν τῷ διαβάλλειν τὴν δἰ ὅλων κρᾶσιν τῷ τε εἰς τομὰς τὰ μεγέθη συμβαίνειν τῶν ὄγκων ἰέναι, εἰ μηδὲν διάλειμμα μηδετέρῳ τῶν σωμάτων γίγνοιτο, εἰ συνεχὴς ἔσται ἡ διαίρεσις τῷ κατὰ πᾶν τὴν διάδυσιν γίνεσθαι θατέρῳ εἰς θάτερον, καὶ δή, ὅταν τὰ κραθέντα μείζω τόπον κατέχῃ ἢ θάτερον καὶ τοσοῦτον, ὅσον συνελθόντα τὸν ἑκατέρου τόπον. καίτοι, εἰ δἰ ὅλου ὅλον ἦν διεληλυθός, τὸν τοῦ ἑτέρου ἔδει, φασί, μένειν τὸν αὐτόν, εἰς ὃ θάτερον ἐνεβλήθη. οὗ δὲ μὴ μείζων ὁ τόπος γίνεται, ἀέρος τινὰς ἐξόδους αἰτιῶνται, ἀνθ̓ ὧν ἐσέδυ θάτερον. καὶ τὸ σμικρὸν δὲ ἐν τῷ μείζονι πῶς ἂν ἐκταθὲν δἰ ὅλου χωρήσειε; καὶ πολλὰ ἄλλα λέγουσιν. οἱ δ̓ αὖ τὴν δἰ ὅλων κρᾶσιν εἰσάγοντες τέμνεσθαι μὲν καὶ μὴ εἰς τομὰς ἀναλίσκεσθαι λέγειν ἂν δύναιντο καὶ δἰ ὅλων τῆς κράσεως γιγνομένης: ἐπεὶ καὶ τοὺς ἱδρῶτας οὐ τοῦ σώματος τομὰς ποιεῖν οὐδ̓ αὖ κατατετρῆσθαι φήσουσι. καὶ γὰρ εἴ τις λέγοι μηδὲν κωλύειν τὴν φύσιν οὕτω πεποιηκέναι τοῦ διιέναι τοὺς ἱδρῶτας χάριν, ἀλλὰ ἐπὶ τῶν τεχνητῶν, ὅταν λεπτὰ ᾖ καὶ συνεχῆ, ὁρᾶσθαι τὸ ὑγρὸν δἰ ὅλου δεῦον αὐτὰ καὶ διάρρεον ἐπὶ θάτερα: ἀλλὰ σωμάτων ὄντων πῶς οἷόν τε τοῦτο γίγνεσθαι; ὡς διιέναι μὴ τέμνοντα ἐπινοῆσαι οὐ ῥᾴδιον: τέμνοντα δὲ κατὰ πᾶν ἀναιρήσει ἄλληλα δηλονότι. τὰς δὲ αὔξας ὅταν λέγωσι μὴ γίγνεσθαι πολλαχοῦ, διδόασι τοῖς ἑτέροις ἀέρων ἐξόδους αἰτιᾶσθαι. πρός τε τὴν τῶν τόπων αὔξησιν χαλεπῶς μέν, ὅμως δὲ τί κωλύει λέγειν συνεισφερομένου ἑκατέρου σώματος καὶ τὸ μέγεθος μετὰ τῶν ἄλλων ποιοτήτων ἐξ ἀνάγκης τὴν αὔξην γίνεσθαι; μὴ γὰρ μηδὲ τοῦτο ἀπόλλυσθαι, ὥσπερ οὐδὲ τὰς ἄλλας ποιότητας, καὶ ὥσπερ ἐκεῖ ποιότητος ἄλλο εἶδος μικτὸν ἐξ ἀμφοῖν, οὕτω καὶ μέγεθος ἄλλο: οὗ δὴ τὸ μῖγμα ποιεῖ τὸ ἐξ ἀμφοῖν μέγεθος. ἀλλ̓ ἐνταῦθ̓ ἂν πρὸς αὐτοὺς οἱ ἕτεροι λέγοιεν, ὡς, εἰ μὲν ἡ ὕλη τῇ ὕλῃ παράκειται καὶ ὁ ὄγκος τῷ ὄγκῳ, ᾧ. σύνεστι τὸ μέγεθος, τὸ ἡμέτερον ἂν λέγοιτε: εἰ δὲ δἰ ὅλου καὶ ἡ ὕλη μετὰ τοῦ ἐπ’ αὐτῇ πρώτως μεγέθους, οὐχ οὕτως ἂν γένοιτο ὡς γραμμὴ γραμμῇ ἐφεξῆς ἂν κέοιτο κατὰ τὰ πέρατα τοῖς σημείοις ἑαυτῶν συνάψασαι, οὗ δὴ αὔξη ἂν γίνοιτο, ἀλλ̓ ἐκείνως ὡς ἂν γραμμὴ γραμμῇ ἐφαρμοσθείη, ὥστε αὔξην μὴ γίνεσθαι. τὸ δὲ ἔλαττον διὰ παντὸς τοῦ μείζονος καὶ μεγίστου τὸ μικρότατον χωρεῖ, ἐφ̓ ὧν φανερὸν ὅτι κίρναται. ἐπὶ γὰρ τῶν ἀδήλων ἔξεστι λέγειν μὴ εἰς πᾶν φθάνειν, ἀλλ̓ ἐφ̓ ὧν γε φανερῶς συμβαίνει, λέγοιτ̓ ἄν. καὶ λέγοντες ἐκτάσεις τῶν ὄγκων, οὐ σφόδρα πιθανὰ λέγοιεν ἂν εἰς τοσοῦτον τὸν σμικρότατον ὄγκον ἐκτείνοντες: οὐδὲ γὰρ μεταβάλλοντες τὸ σῶμα μέγεθος αὐτῷ πλέον διδόασιν, ὥσπερ εἰ ἐξ ὕδατος ἀὴρ γίγνοιτο.