Ancient Greek · ~10 min
Book 2, ΠΕΡΙ ΤΗΣ ΔἸ ΟΛΩΝ ΚΡΑΣΕΩΣ.
Plotinus, Enneades 2.2-7
Not analysed yet
τοῦτο δὲ αὐτὸ ἐφ̓ ἑαυτοῦ ζητητέον, τί συμβαίνει, ὅταν ὅσπερ ἦν ὄγκος ὕδατος ἀὴρ γίγνηται, πῶς τὸ μεῖζον ἐν τῷ γενομένῳ: νῦν δὲ τὰ μὲν εἰρήσθω πολλῶν καὶ ἄλλων παῤ ἑκατέρων λεγομένων. ἡμεῖς δὲ ἐφ̓ ἑαυτῶν σκοπῶμεν, τί χρὴ λέγειν περὶ τούτου, τίς δόξα σύμφωνος τοῖς λεγομένοις ἢ καὶ τίς ἄλλη παρὰ τὰς νῦν λεγομένας φανεῖται; ὅταν τοίνυν διὰ τοῦ ἐρίου ῥέῃ τὸ ὕδωρ ἡ βίβλος ἐκστάζῃ τὸ ἐν αὐτῇ ὕδωρ, πῶς οὐ τὸ πᾶν ὑδάτινον σῶμα δίεισι δἰ αὐτῆς; ἢ καὶ ὅταν μὴ ῥέῃ, πῶς συνάψομεν τὴν ὕλην τῇ ὕλῃ καὶ τὸν ὄγκον τῷ ὄγκῳ, τὰς δὲ ποιότητας μόνας ἐν συγκράσει ποιησόμεθα; οὐ γὰρ δὴ ἔξω τῆς βίβλου ἡ τοῦ ὕδατος ὕλη παρακείσεται οὐδ̓ αὖ ἔν τισι διαστήμασιν αὐτῆς: πᾶσα γὰρ ὑγρά ἐστι καὶ οὐδαμοῦ ὕλη κενὴ ποιότητος. εἰ δὲ πανταχοῦ ἡ ὕλη μετὰ τῆς ποιότητος, πανταχοῦ τῆς βίβλου τὸ ὕδωρ. ἢ οὐ τὸ ὕδωρ, ἀλλ̓ ἡ τοῦ ὕδατος ποιότης. ἀλλὰ ποῦ ὄντος τοῦ ὕδατος; πῶς οὖν οὐχ ὁ αὐτὸς ὄγκος; ἢ ἐξέτεινε τὴν βίβλον τὸ προστεθέν: ἔλαβε γὰρ μέγεθος παρὰ τοῦ εἰσελθόντος. ἀλλ̓ εἰ ἔλαβε, προσετέθη τις ὄγκος: εἰ δὲ προσετέθη, οὐ κατεπόθη ἐν τῷ ἑτέρῳ, δεῖ οὖν ἐν ἄλλῳ καὶ ἄλλῳ τὴν ὕλην εἶναι. ἢ τί κωλύει, ὥσπερ δίδωσι τῆς ποιότητος καὶ λαμβάνει σῶμα θάτερον παρὰ θατέρου, οὕτω καὶ ἐπὶ τοῦ μεγέθους; ποιότης μὲν γὰρ ποιότητι συνελθοῦσα οὐκ ἐκείνη οὖσα, ἀλλὰ μετ̓ ἄλλης, ἐν τῷ μετ̓ ἄλλης εἶναι οὐ καθαρὰ οὖσα οὐκ ἔστι παντελῶς ἐκείνη, ἀλλ̓ ἠμαύρωται: μέγεθος δὲ συνελθὸν ἄλλῳ μεγέθει οὐκ ἀφανίζεται. τὸ δὲ σῶμα χωροῦν διὰ σώματος πάντως τομὰς ποιεῖν πῶς λέγεται, ἐπιστήσειεν ἄν τις: ἐπεὶ καὶ αὐτοὶ τὰς ποιότητας διὰ τῶν σωμάτων χωρεῖν λέγομεν καὶ οὐ τομὰς ποιεῖν. ἢ ὅτι ἀσώματοι. ἀλλ̓ εἰ ἡ ὕλη καὶ αὐτὴ ἀσώματος, διὰ τί τῆς ὕλης ἀσωμάτου οὔσης καὶ τῶν ποιοτήτων, εἰ τοιαῦται εἶεν ὡς ὀλίγαι εἶναι, οὐ μετὰ τῆς ὕλης τὸν αὐτὸν τρόπον διίασι; μὴ διιέναι δὲ τὰ στερεά, ὅτι τοιαύτας ἔχει τὰς ποιότητας ὡς κωλυθῆναι διιέναι, ἢ πολλὰς ὁμοῦ ἀδυνατεῖν μετὰ τῆς ὕλης ποιεῖν τοῦτο; εἰ μὲν οὖν τὸ πλῆθος τῶν ποιοτήτων τὸ πυκνὸν λεγόμενον σῶμα ποιεῖ, τὸ πλῆθος ἂν εἴη αἴτιον: εἰ δὲ πυκνότης ἰδία ποιότης ἐστίν, ὥσπερ καὶ ἣν λέγουσι σωματότητα, ἰδία ποιότης: ὥστε οὐχ ᾗ ποιότητες τὴν μῖξιν ποιήσονται, ἀλλ̓ ᾗ τοιαίδε, οὐδ̓ αὖ ἡ ὕλη ᾗ ὕλη οὐ μιχθήσεται, ἀλλ̓ ᾗ μετὰ τοιᾶσδε ποιότητος, καὶ μάλιστα, εἰ μέγεθος οἰκεῖον οὐκ ἔχει ἀλλ̓ ἢ μὴ ἀποβαλοῦσα τὸ μέγεθος. ταῦτα μὲν οὖν ἔστω καὶ οὕτω διηπορημένα.