Ancient Greek · ~7 min
Book 2, ΠΡΟΣ ΤΟΥΣ ΚΑΚΟΝ ΤΟΝ ΔΗΜΙΟΥΡΓΟΝ ΤΟΥ ΚΟΣΜΟΥ ΚΑΙ ΤΟΝ ΚΟΣΜΟΝ ΚΑΚΟΝ ΕΙΝΑΙ ΛΕΓΟΝΤΑΣ.
Plotinus, Enneades 2.11-3
Not analysed yet
πρῶτον μὲν οὖν, εἰ μὴ κατῆλθεν, ἀλλ̓ ἐνέλαμψε τὸ σκότος, πῶς ἂν ὀρθῶς λέγοιτο νενευκέναι; οὐ γάρ, εἴ τι παῤ αὐτῆς ἔρρευσεν οἷον φῶς, ἤδη νενευκέναι αὐτὴν λέγειν προσήκει: εἰ μή που τὸ μὲν ἔκειτό που ἐν τῷ κάτω, ἡ δὲ ἦλθε τοπικῶς πρὸς αὐτὸ καὶ ἐγγὺς γενομένη ἐνέλαμψεν. εἰ δ̓ ἐφ̓ αὑτῆς μένουσα ἐνέλαμψε μηδὲν εἰς τοῦτο ἐργασαμένη, διὰ τί μόνη αὐτὴ ἐνέλαμψεν, ἀλλ̓ οὐ τὰ δυνατώτερα αὐτῆς ἐν τοῖς οὖσιν; εἰ δὲ τῷ λογισμὸν λαβεῖν αὐτὴ κόσμου ἠδυνήθη ἐλλάμψαι ἐκ τοῦ λογισμοῦ, διὰ τί οὐχ ἅμα ἐλλάμψασα καὶ κόσμον ἐποίησεν, ἀλλ̓ ἔμεινε τὴν τῶν εἰδώλων γένεσιν; ἔπειτα καὶ ὁ λογισμὸς ὁ τοῦ κόσμου, ἡ γῆ αὐτοῖς ἡ ξένη λεγομένη γενομένη ὑπὸ τῶν μειζόνων, ὡς λέγουσιν αὐτοί, οὐ κατήγαγεν εἰς νεῦσιν τοὺς ποιήσαντας. ἔπειτα πῶς ἡ ὕλη φωτισθεῖσα εἴδωλα ψυχικὰ ποιεῖ, ἀλλ̓ οὐ σωμάτων φύσιν; ψυχῆς δὲ εἴδωλον οὐδὲν ἂν δέοιτο σκότους ἢ ὕλης, ἀλλὰ γενόμενον, εἰ γίνεται, παρακολουθοῖ ἂν τῷ ποιήσαντι καὶ συνηρτημένον ἔσται. ἔπειτα πότερον οὐσία τοῦτο ἤ, ὥς φασιν, ἐννόημα; εἰ μὲν γὰρ οὐσία, τίς ἡ διαφορὰ πρὸς τὸ ἀφ̓ οὗ; εἰ δ̓ ἄλλο εἶδος ψυχῆς, εἰ ἐκείνη λογική, τάχα ἂν φυτικὴ καὶ γεννητικὴ αὕτη: εἰ δὲ τοῦτο, πῶς ἂν ἔτι, ἵνα τιμῷτο, καὶ πῶς δἰ ἀλαζονείαν καὶ τόλμαν ἐποίει; καὶ ὅλως τὸ διὰ φαντασίας καὶ ἔτι μᾶλλον τὸ λογίζεσθαι ἀνῄρηται. τί δ̓ ἔτι ἔδει ἐμποιεῖν ἐξ ὕλης καὶ εἰδώλου τὸν ποιήσαντα; εἰ δ̓ ἐννόημα, πρῶτον τὸ ὄνομα ἐπισημαντέον ὅθεν: ἔπειτα πῶς ἐστιν, εἰ μὴ τῷ ἐννοήματι δώσει τὸ ποιεῖν; ἀλλὰ πρὸς τῷ πλάσματι πῶς ἡ ποίησις; τουτὶ μὲν πρῶτον, ἄλλο δὲ μετ̓ ἐκεῖνο ἀλλ̓ ὡς ἐπ’ ἐξουσίας λέγοντες. διὰ τί δὲ πρῶτον πῦρ;