Ancient Greek · ~10 min
Book 2, ΠΡΟΣ ΤΟΥΣ ΚΑΚΟΝ ΤΟΝ ΔΗΜΙΟΥΡΓΟΝ ΤΟΥ ΚΟΣΜΟΥ ΚΑΙ ΤΟΝ ΚΟΣΜΟΝ ΚΑΚΟΝ ΕΙΝΑΙ ΛΕΓΟΝΤΑΣ.
Plotinus, Enneades 2.12-3
Not analysed yet
καὶ ἄρτι γενόμενον πῶς ἐπιχειρεῖ; μνήμῃ ὧν εἶδεν; ἀλλ̓ ὅλως οὐκ ἦν, ἵνα ἂν καὶ εἶδεν, οὔτε αὐτὸς οὔτε ἡ μήτηρ, ἣν διδόασιν αὐτῷ. εἶτα πῶς οὐ θαυμαστὸν αὐτοὺς μὲν οὐκ εἴδωλα ψυχῶν ἐνθάδε ἐλθόντας, ἀλλ̓ ἀληθινὰς ψυχάς, μόλις καὶ ἀγαπητῶς ἕνα ἢ δύο αὐτῶν ἐκ τοῦ κόσμου κινηθῆναι ἐλθόντας εἰς ἀνάμνησιν μόλις ἀναπόλησιν λαβεῖν ὧν ποτε εἶδον, τὸ δὲ εἴδωλον τοῦτο, εἰ καὶ ἀμυδρῶς, ὡς λέγουσιν, ἀλλ̓ οὖν ἄρτι γενόμενον ἐνθυμηθῆναι ἐκεῖνα, ἢ καὶ τὴν μητέρα αὐτοῦ, εἴδωλον ὑλικόν, καὶ μὴ μόνον ἐνθυμηθῆναι ἐκεῖνα καὶ κόσμου λαβεῖν ἔννοιαν κόσμου ἐκείνου, ἀλλὰ καὶ μαθεῖν ἐξ ὧν ἂν γένοιτο; πόθεν δὴ καὶ πρῶτον πῦρ ποιῆσαι οἰηθέντα δεῖν τοῦτο πρῶτον; διὰ τί γὰρ οὐκ ἄλλο; ἀλλ̓ εἰ ἐδύνατο ποιεῖν ἐνθυμηθεὶς πῦρ, διὰ τί ἐνθυμηθεὶς κόσμον —πρῶτον γὰρ ἔδει ἐνθυμηθῆναι τὸ ὅλον —οὐ κόσμον ἀθρόως ἐποίει; ἐμπεριείχετο γὰρ κἀκεῖνα ἐν τῇ ἐνθυμήσει. φυσικώτερον γὰρ πάντως, ἀλλ̓ οὐχ ὡς αἱ τέχναι ἐποίει: ὕστεραι γὰρ τῆς φύσεως καὶ τοῦ κόσμου αἱ τέχναι. ἐπεὶ καὶ νῦν καὶ τὰ κατὰ μέρος γινόμενα ὑπὸ τῶν φύσεων οὐ πρῶτον πῦρ, εἶθ̓ ἕκαστον, εἶτα φύρασις τούτων, ἀλλὰ περιβολὴ καὶ περιγραφὴ τυποῦσα ἐπὶ τοῖς καταμηνίοις παντὸς τοῦ ζῴου. διὰ τί οὖν οὐ κἀκεῖ ἡ ὕλη περιεγράφετο τύπῳ κόσμου, ἐν ᾧ τύπῳ καὶ γῆ καὶ πῦρ καὶ τὰ ἄλλα; ἀλλ̓ ἴσως αὐτοὶ οὕτω κόσμον ἐποίησαν ἂν ὡς ἀληθεστέρᾳ ψυχῇ χρώμενοι, ἐκεῖνος δὲ οὕτως ἠγνόει ποιῆσαι. καίτοι προιδεῖν καὶ μέγεθος οὐρανοῦ, μᾶλλον δὲ τοσοῦτον εἶναι, καὶ λόξωσιν τῶν ζῳδίων καὶ τῶν ὑπ’ αὐτὸν τὴν φορὰν καὶ τὴν γῆν οὕτως, ὡς ἔχειν εἰπεῖν αἰτίας δἰ ἃς οὕτως, οὐκ εἰδώλου ἦν, ἀλλὰ πάντως ἀπὸ τῶν ἀρίστων τῆς δυνάμεως ἐλθούσης: ὃ καὶ αὐτοὶ ἄκοντες ὁμολογοῦσιν. ἡ γὰρ ἔλλαμψις ἡ εἰς τὸ σκότος ἐξετασθεῖσα ποιήσει ὁμολογεῖν τὰς ἀληθεῖς τοῦ κόσμου αἰτίας. τί γὰρ ἐλλάμπειν ἔδει, εἰ μὴ πάντως ἔδει; ἢ γὰρ κατὰ φύσιν ἢ παρὰ φύσιν ἀνάγκη. ἀλλ̓ εἰ μὲν κατὰ φύσιν, ἀεὶ οὕτως: εἰ δὲ παρὰ φύσιν, καὶ ἐν τοῖς ἐκεῖ ἔσται τὸ παρὰ φύσιν, καὶ τὰ κακὰ πρὸ τοῦ κόσμου τοῦδε, καὶ οὐχ ὁ κόσμος αἴτιος τῶν κακῶν, ἀλλὰ τἀκεῖ τούτῳ, καὶ τῇ ψυχῇ οὐκ ἐντεῦθεν, ἀλλὰ παῤ αὐτῆς ἐνταῦθα: καὶ ἥξει ὁ λόγος ἀναφέρων τὸν κόσμον ἐπὶ τὰ πρῶτα. εἰ δὲ δή, καὶ ἡ ὕλη, ὅθεν ἐφάνη. ἡ γὰρ ψυχὴ ἡ νεύσασα ἤδη ὂν τὸ σκότος, φασίν, εἶδε καὶ κατέλαμψε. πόθεν οὖν τοῦτο; εἰ δ̓ αὐτὴν φήσουσι ποιῆσαι νεύσασαν, οὐκ ἦν δηλονότι ὅπου ἂν ἔνευσεν, οὐδ̓ αὖ τὸ σκότος αἴτιον τῆς νεύσεως, ἀλλ̓ αὐτὴ ἡ ψυχῆς φύσις. τοῦτο δὲ ταὐτὸν ταῖς προηγησαμέναις ἀνάγκαις: ὥστε ἐπὶ τὰ πρῶτα ἡ αἰτία.