Ancient Greek · ~9 min
Book 2, ΠΕΡΙ ΤΩΝ ΔΥΟ ΥΑΩΝ.
Plotinus, Enneades 2.12-2
Not analysed yet
συμβάλλεται οὖν τὰ μεγέθη τοῖς σώμασι: τὰ γὰρ εἴδη τῶν σωμάτων ἐν μεγέθεσι. περὶ δὲ μέγεθος οὐκ ἂν ἐγένετο ταῦτα, ἀλλ̓ ἢ περὶ τὸ μεμεγεθυσμένον: εἰ γὰρ περὶ μέγεθος, οὐ περὶ ὕλην, ὁμοίως ἂν ἀμεγέθη καὶ ἀνυπόστατα ἦν ἢ λόγοι μόνοι ἂν ἦσαν —οὗτοι δὲ περὶ ψυχήν —καὶ οὐκ ἂν ἦν σώματα. δεῖ οὖν ἐνταῦθα περὶ ἕν τι τὰ πολλά: τοῦτο δὲ μεμεγεθυσμένον: τοῦτο δὲ ἕτερον τοῦ μεγέθους. ἐπεὶ καὶ νῦν ὅσα μίγνυται τῷ ὕλην ἔχειν εἰς ταὐτὸν ἔρχεται καὶ οὐ δεῖται ἄλλου του περὶ ὅ, ὅτι ἕκαστον τῶν μιγνυμένων ἥκει φέρον τὴν αὑτοῦ ὕλην. δεῖται δ̓ ὅμως καὶ ἑνός τινος τοῦ δεξομένου ἢ ἀγγείου ἢ τόπου: ὁ δὲ τόπος ὕστερος τῆς ὕλης καὶ τῶν σωμάτων, ὥστε πρότερον ἂν δέοιτο τὰ σώματα ὕλης. οὐδέ, ὅτι αἱ ποιήσεις καὶ αἱ πράξεις ἄυλοι, διὰ τοῦτο καὶ τὰ σώματα: σύνθετα γὰρ τὰ σώματα, αἱ δὲ πράξεις οὔ. καὶ τοῖς πράττουσιν ἡ ὕλη ὅταν πράττωσι τὸ ὑποκείμενον δίδωσι μένουσα ἐν αὐτοῖς, εἰς τὸ πράττειν οὐχ αὑτὴν δίδωσιν: οὐδὲ γὰρ οἱ πράττοντες τοῦτο ζητοῦσι. καὶ οὐ μεταβάλλει ἄλλη πρᾶξις εἰς ἄλλην, ἵνα ἂν ἦν καὶ αὐταῖς ὕλη, ἀλλ̓ ὁ πράττων ἐπ’ ἄλλην μεταβάλλει πρᾶξιν ἐξ ἄλλης: ὥστε ὕλην αὐτὸν εἶναι ταῖς πράξεσιν. ἔστι τοίνυν ἀναγκαῖον ἡ ὕλη καὶ τῇ ποιότητι καὶ τῷ μεγέθει: ὥστε καὶ τοῖς σώμασι: καὶ οὐ κενὸν ὄνομα, ἀλλ̓ ἔστι τι ὑποκείμενον κἂν ἀόρατον κἂν ἀμέγεθες ὑπάρχῃ. ἢ οὕτως οὐδὲ τὰς ποιότητας φήσομεν οὐδὲ τὸ μέγεθος τῷ αὐτῷ λόγῳ: ἕκαστον γὰρ τῶν τοιούτων λέγοιτο ἂν οὐδὲν εἶναι ἐφ̓ ἑαυτοῦ μόνον λαμβανόμενον. εἰ δὲ ταῦτα ἔστι καίπερ ἀμυδρῶς ὂν ἕκαστον, πολὺ μᾶλλον ἂν εἴη ὕλη, κἂν μὴ ἐναργὴς ὑπάρχῃ αἱρετὴ οὖσα οὐ ταῖς αἰσθήσεσιν: οὔτε γὰρ ὄμμασιν, ἄχρους γάρ: οὔτε ἀκοῇ, οὐ γὰρ ψόφος: οὐδεὲ χυμοί, διὸ οὐδὲ ῥῖνες οὐδὲ γλῶσσα . ἆῤ οὖν ἁφῇ; ἢ οὔ, ὅτι μηδὲ σῶμα: σώματος γὰρ ἡ ἁφή, ὅτι ἢ πυκνοῦ ἢ ἁραιοῦ, μαλακοῦ σκληροῦ, ὑγροῦ ξηροῦ: τούτων δὲ οὐδὲν περὶ τὴν ὕλην: ἀλλὰ λογισμῷ οὐκ ἐκ νοῦ, ἀλλὰ κενῷ: διὸ καὶ νόθος, ὡς εἴρηται. ἀλλ̓ οὐδὲ σωματότης περὶ αὐτήν: εἰ μὲν λόγος ἡ σωματότης, ἕτερος αὐτῆς: αὕτη οὖν ἄλλο: εἰ δ̓ ἤδη ποιήσασα καὶ οἷον κραθεῖσα, σῶμα φανερῶς ἂν εἴη καὶ οὐχ ὕλη μόνον.