Ancient Greek · ~8 min
Book 2, ΠΕΡΙ ΤΩΝ ΔΥΟ ΥΑΩΝ.
Plotinus, Enneades 2.13-2
Not analysed yet
εἰ δὲ ποιότης τὸ ὑποκείμενον κοινή τις οὖσα ἐν ἑκάστῳ τῶν στοιχείων, πρῶτον μὲν τίς αὕτη λεκτέον. ἔπειτα πῶς ποιότης ὑποκείμενον ἔσται; πῶς δὲ ἐν ἀμεγέθει ποιὸν θεωρηθήσεται μὴ ἔχον ὕλην μηδὲ μέγεθος; ἔπειτα εἰ μὲν ὡρισμένη ἡ ποιότης, πῶς ὕλη; εἰ δ̓ ἀόριστόν τι, οὐ ποιότης, ἀλλὰ τὸ ὑποκείμενον καὶ ἡ ζητουμένη ὕλη. τί οὖν κωλύει ἄποιον μὲν εἶναι τῷ τῶν ἄλλων μηδεμιᾶς τῇ αὐτῆς φύσει μετέχειν, αὐτῷ δὲ τούτῳ τῷ μηδεμιᾶς μετέχειν ποιὰν εἶναι ἰδιότητα πάντως τινὰ ἔχουσαν καὶ τῶν ἄλλων διαφέρουσαν, οἷον στέρησίν τινα ἐκείνων; καὶ γὰρ ὁ ἐστερημένος ποιός: οἷον ὁ τυφλός. εἰ οὖν στέρησις τούτων περὶ αὐτήν, πῶς οὐ ποιά; εἰ δὲ καὶ ὅλως στέρησις περὶ αὐτήν, ἔτι μᾶλλον, εἴ γε δὴ καὶ στέρησις ποιόν τι. ὁ δὲ ταῦτα λέγων τί ἄλλο ἢ ποιὰ καὶ ποιότητας πάντα ποιεῖ; ὥστε καὶ ἡ ποσότης ποιότης ἂν εἴη καὶ ἡ οὐσία δέ. εἰ δὲ ποιόν, πρόσεστι ποιότης. γελοῖον δὲ τὸ ἕτερον τοῦ ποιοῦ καὶ μὴ ποιὸν ποιὸν ποιεῖν. εἰ δέ, ὅτι ἕτερον, ποιόν, εἰ μὲν αὐτοετερότης, οὐδ̓ ὣς ποιόν: ἐπεὶ οὐδ̓ ἡ ποιότης ποιά: εἰ δ̓ ἕτερον μόνον, οὐχ ἑαυτῇ, ἀλλ̓ ἑτερότητι ἕτερον καὶ ταυτότητι ταὐτόν. οὐδὲ δὴ ἡ στέρησις ποιότης οὐδὲ ποιόν, ἀλλ̓ ἐρημία ποιότητος ἢ ἄλλου, ὡς ἡ ἀψοφία ψόφου ἢ ὁτουοῦν ἄλλου: ἄρσις γὰρ ἡ στέρησις, τὸ δὲ ποιὸν ἐν καταφάσει. ἥ τε ἰδιότης τῆς ὕλης οὐ μορφή: τὸ γὰρ μὴ ποιὰ εἶναι μηδ̓ εἶδός τι ἔχειν: ἄτοπον δή, ὅτι μὴ ποιά, ποιὰν λέγειν καὶ ὅμοιον τῷ, ὅτι ἀμέγεθες, αὐτῷ τούτῳ μέγεθος ἔχειν. ἔστιν οὖν ἡ ἰδιότης αὐτῆς οὐκ ἄλλο τι ἢ ὅπερ ἔστι, καὶ οὐ πρόσκειται ἡ ἰδιότης, ἀλλὰ μᾶλλον ἐν σχέσει τῇ πρὸς τὰ ἄλλα, ὅτι ἄλλο αὐτῶν. καὶ τὰ μὲν ἄλλα οὐ μόνον ἄλλα, ἀλλὰ καί τι ἕκαστον ὡς εἶδος, αὕτη δὲ πρεπόντως ἂν λέγοιτο μόνον ἄλλο: τάχα δὲ ἄλλα, ἵνα μὴ τῷ ἄλλο ἑνικῶς ὁρίσῃς, ἀλλὰ τῷ ἄλλα τὸ ἀόριστον ἐνδείξῃ