Ancient Greek · ~6 min
Book 2, ΠΕΡΙ ΤΩΝ ΔΥΟ ΥΑΩΝ.
Plotinus, Enneades 2.16
Not analysed yet
ἆῤ οὖν καὶ ἑτερότητι ταὐτόν; ἢ οὔ, ἀλλὰ μορίῳ ἑτερότητος ἀντιταττομένῳ πρὸς τὰ ὄντα κυρίως, ἃ δὴ λόγοι. διὸ καὶ μὴ ὂν οὕτως τι ὂν καὶ στερήσει ταὐτόν, εἰ ἡ στέρησις ἀντίθεσις πρὸς τὰ ἐν λόγῳ ὄντα. οὔκουν φθαρήσεται ἡ στέρησις προσελθόντος τοῦ οὗ στέρησις; οὐδαμῶς: ὑποδοχὴ γὰρ ἕξεως οὐχ ἕξις, ἀλλὰ στέρησις, καὶ πέρατος οὐ τὸ πεπερασμένον οὐδὲ τὸ πέρας, ἀλλὰ τὸ ἄπειρον καθ̓ ὅσον ἄπειρον. πῶς οὖν οὐκ ἀπολεῖ αὐτοῦ τὴν φύσιν προσελθὸν τὸ πέρας καὶ ταῦτα οὐ κατὰ συμβεβηκὸς ὄντος ἀπείρου; ἢ εἰ μὲν κατὰ τὸ ποσὸν ἄπειρον, ἀνῄρει :νῦν δὲ οὐχ οὕτως, ἀλλὰ τοὐναντίον σώζει αὐτὸ ἐν τῷ εἶναι: ὃ γὰρ πέφυκεν εἰς ἐνέργειαν καὶ τελείωσιν ἄγει, ὥσπερ τὸ ἄσπαρτον, ὅταν σπείρηται: καὶ ὅταν τὸ θῆλυ τοῦ ἄρρενος κυῇ, οὐκ ἀπόλλυται τὸ θῆλυ, ἀλλὰ μᾶλλον θηλύνεται: τοῦτο δέ ἐστιν ὃ ἔστι μᾶλλον γίνεται. ἆῤ οὖν καὶ κακὸν ἡ ὕλη μεταλαμβάνουσα ἀγαθοῦ; ἢ διὰ τοῦτο, ὅτι ἐδεήθη: οὐ γὰρ εἶχε. καὶ γὰρ ὃ μὲν ἂν δέηταί τινος, τὸ δ̓ ἔχῃ, μέσον ἂν ἴσως γίνοιτο ἀγαθοῦ καὶ κακοῦ, εἰ ἰσάζοι πως ἐπ’ ἄμφω: ὃ δ̓ ἂν μηδὲν ἔχῃ ἅτε ἐν πενίᾳ ὄν, μᾶλλον δὲ πενία ὄν, ἀνάγκη κακὸν εἶναι. οὐ γὰρ πλούτου πενία τοῦτο οὐδὲ ἰσχύος, ἀλλὰ πενία μὲν φρονήσεως, πενία δὲ ἀρετῆς, κάλλους, μορφῆς, εἴδους, ποιοῦ. πῶς οὖν οὐ δυσειδές; πῶς δὲ οὐ πάντη αἰσχρόν; πῶς δὲ οὐ πάντη κακόν; ἐκείνη δὲ ἡ ὕλη ἡ ἐκεῖ ὄν: τὸ γὰρ πρὸ αὐτῆς ἐπέκεινα ὄντος. ἐνταῦθα δὲ τὸ πρὸ αὐτῆς ὄν. οὐκ ὂν ἄρα αὐτὴ ἕτερον ὂν πρὸς τῷ καλῷ τοῦ ὄντος.