Ancient Greek · ~8 min
Book 2, ΠΕΡΙ ΤΟΥ ΔΥΝΑΜΕΙ ΚΑΙ ΕΝΕΡΓΕΙΑΙ.
Plotinus, Enneades 2.1-4
Not analysed yet
Λέγεται τὸ μὲν δυνάμει, τὸ δὲ ἐνεργείᾳ εἶναι: λέγεται δέ τι καὶ ἐνέργεια ἐν τοῖς οὖσι. σκεπτέον οὖν τί τὸ δυνάμει καὶ τί τὸ ἐνεργείᾳ. ἆρα τὸ αὐτὸ τῷ ἐνεργείᾳ εἶναι ἡ ἐνέργεια, καὶ εἴ τί ἐστιν ἐνέργεια, τοῦτο καὶ ἐνεργείᾳ, ἢ ἕτερον ἑκάτερον καὶ τὸ ἐνεργείᾳ ὂν οὐκ ἀνάγκη καὶ ἐνέργειαν εἶναι; ὅτι μὲν οὖν ἐν τοῖς αἰσθητοῖς τὸ δυνάμει, δῆλον: εἰ δὲ καὶ ἐν τοῖς νοητοῖς, σκεπτέον, ἢ ἐκεῖ τὸ ἐνεργείᾳ μόνον: καὶ εἰ ἔστι τὸ δυνάμει, δυνάμει μόνον ἀεί, κἂν ἀεί, εἰ οὐδέποτε ἂν ἔλθοι εἰς ἐνέργειαν τῷ τὸν χρόνον ἐξείργεσθαι. ἀλλὰ τί ἐστι τὸ δυνάμει πρῶτον λεκτέον, εἰ δὴ τὸ δυνάμει δεῖ μὴ ἁπλῶς λέγεσθαι: οὐ γὰρ ἔστι τὸ δυνάμει μηδενὸς εἶναι. οἷον δυνάμει ἀνδριὰς ὁ χαλκός: εἰ γὰρ μηδὲν ἐξ αὐτοῦ μηδ̓ ἐπ’ αὐτῷ μηδ̓ ἔμελλε μηδὲν ἔσεσθαι μεθ̓ ὃ ἦν μηδ̓ ἐνεδέχετό γενέσθαι, ἦν ἂν ὃ ἦν μόνον. ὃ δὲ ἦν ἤδη παρῆν καὶ οὐκ ἔμελλε: τί οὖν ἠδύνατο ἄλλο μετὰ τὸ παρὸν αὐτό; οὐ τοίνυν ἦν ἂν δυνάμει. δεῖ τοίνυν τὸ δυνάμει τι ὂν ἄλλο ἤδη τῷ τι καὶ ἄλλο μεθ̓ αὑτὸ δύνασθαι, ἤτοι μένον μετὰ τοῦ ἐκεῖνο ποιεῖν ἢ παρέχον αὑτὸ ἐκείνῳ ὃ δύναται φθαρὲν αὐτό, δυνάμει λέγεσθαι: ἄλλως γὰρ δυνάμει ἀνδριὰς ὁ χαλκός, ἄλλως τὸ ὕδωρ δυνάμει χαλκὸς καὶ ὁ ἀὴρ πῦρ. τοιοῦτον δὴ ὂν τὸ δυνάμει ἆρα καὶ δύναμις λέγοιτο ἂν πρὸς τὸ ἐσόμενον, οἷον ὁ χαλκὸς δύναμις τοῦ ἀνδριάντος; ἤ, εἰ μὲν ἡ δύναμις κατὰ τὸ ποιεῖν λαμβάνοιτο, οὐδαμῶς: οὐ γὰρ ἡ δύναμις ἡ κατὰ τὸ ποιεῖν λαμβανομένη λέγοιτο ἂν δυνάμει. εἰ δὲ τὸ δυνάμει μὴ μόνον πρὸς τὸ ἐνεργείᾳ λέγεται, ἀλλὰ καὶ πρὸς ἐνέργειαν, εἴη ἂν καὶ δύναμις δυνάμει. βέλτιον δὲ καὶ σαφέστερον τὸ μὲν δυνάμει πρὸς τὸ ἐνεργείᾳ, τὴν δὲ δύναμιν πρὸς ἐνέργειαν λέγειν. τὸ μὲν δὴ δυνάμει τοιοῦτον ὥσπερ ὑποκείμενόν τι πάθεσι καὶ μορφαῖς καὶ εἴδεσιν, ἃ μέλλει δέχεσθαι καὶ πέφυκεν ἢ καὶ σπεύδει ἑλεῖν, καὶ τὰ μὲν ὡς πρὸς τὸ βέλτιον, τὰ δὲ πρὸς τὰ χείρω καὶ λυμαντικὰ αὐτῶν, ὧν ἕκαστον καὶ ἐνεργείᾳ ἐστὶν ἄλλο.