Ancient Greek · ~3 min
Book 2, ΠΕΡΙ ΤΩΝ ΔΥΟ ΥΑΩΝ.
Plotinus, Enneades 2.2-4
Not analysed yet
διὸ πρότερον ζητητέον περὶ ταύτης εἰ ἔστι, καὶ τίς οὖσα τυγχάνει, καὶ πῶς ἔστιν. εἰ δὴ ἀόριστόν τι καὶ ἄμορφον δεῖ τὸ τῆς ὕλης εἶναι, ἐν δὲ τοῖς ἐκεῖ ἀρίστοις οὖσιν οὐδὲν ἀόριστον οὐδὲ ἄμορφον, οὐδ̓ ἂν ὕλη ἐκεῖ εἴη: καὶ εἰ ἁπλοῦν ἕκαστον, οὐδ̓ ἂν δέοι ὕλης, ἵνα ἐξ αὐτῆς καὶ ἄλλου τὸ σύνθετον: καὶ γινομένοις μὲν ὕλης δεῖ καὶ ἐξ ἑτέρων ἕτερα ποιουμένοις, ἐφ̓ ὧν καὶ ἡ τῶν αἰσθητῶν ὕλη ἐνοήθη, μὴ γινομένοις δὲ οὔ. πόθεν δὲ ἐλήλυθε καὶ ὑπέστη; εἰ γὰρ ἐγένετο, καὶ ὑπό τινος: εἰ δὲ ἀίδιος, καὶ ἀρχαὶ πλείους καὶ κατὰ συντυχίαν τὰ πρῶτα. κἂν εἶδος δὲ προσέλθῃ, τὸ σύνθετον ἔσται σῶμα: ὥστε κἀκεῖ σῶμα.