Ancient Greek · ~4 min
Book 2, ΠΕΡΙ ΤΩΝ ΔΥΟ ΥΑΩΝ.
Plotinus, Enneades 2.3-4
Not analysed yet
πρῶτον οὖν λεκτέον, ὡς οὐ πανταχοῦ τὸ ἀόριστον ἀτιμαστέον, οὐδὲ ὃ ἂν ἄμορφον ᾖ τῇ ἑαυτοῦ ἐπινοίᾳ, εἰ μέλλοι παρέχειν αὑτὸ τοῖς πρὸ αὐτοῦ καὶ τοῖς ἀρίστοις: οἷόν τι καὶ ψυχὴ πρὸς νοῦν καὶ λόγον πέφυκε μορφουμένη παρὰ τούτων καὶ εἰς εἶδος βέλτιον ἀγομένη: ἔν τε τοῖς νοητοῖς τὸ σύνθετον ἑτέρως, οὐχ ὡς τὰ σώματα: ἐπεὶ καὶ λόγοι σύνθετοι καὶ ἐνεργείᾳ δὲ σύνθετον ποιοῦσι τὴν ἐνεργοῦσαν εἰς εἶδος φύσιν. εἰ δὲ καὶ πρὸς ἄλλο, καὶ παῤ ἄλλου καὶ μᾶλλον. ἡ δὲ τῶν γινομένων ὕλη ἀεὶ ἄλλο καὶ ἄλλο εἶδος ἴσχει, τῶν δὲ ἀιδίων ἡ αὐτὴ ταὐτὸν ἀεί. τάχα δ̓ ἀνάπαλιν ἡ ἐνταῦθα. ἐνταῦθα μὲν γὰρ παρὰ μέρος πάντα καὶ ἓν ἑκάστοτε. διὸ οὐδὲν ἐμμένει ἄλλου ἄλλο ἐξωθοῦντος: διὸ οὐ ταὐτὸν ἀεί, ἐκεῖ δ̓ ἅμα πάντα: διὸ οὐκ ἔχει εἰς ὃ μεταβαλεῖ, ἤδη γὰρ ἔχει πάντα. οὐδέποτ̓ οὖν ἄμορφος οὐδὲ ἐκεῖ ἡ ἐκεῖ, ἐπεὶ οὐδ̓ ἡ ἐνταῦθα, ἀλλ̓ ἕτερον τρόπον ἑκατέρα. τὸ δὲ εἴτε ἀίδιος, εἴτε γενομένη, ἐπειδὰν ὅ τί ποτ̓ ἐστὶ λάβωμεν, δῆλον ἔσται.