Ancient Greek · ~8 min
Book 2, ΠΕΡΙ ΠΟΙΟΤΗΤΟΣ ΚΑΙ ΕΙΔΟΥΣ.
Plotinus, Enneades 2.2-6
Not analysed yet
ἀλλὰ περὶ τῆς ποιότητος σκεπτέον τί ὅλως: τάχα γὰρ γνωσθὲν ὅ τι ἐστὶ μᾶλλον παύσει τὰς ἀπορίας. πρῶτον οὗν ἐκεῖνο ζητητέον, εἰ τὸ αὐτὸ θετέον ὁτὲ μὲν ποιὸν μόνον, ὁτὲ δὲ συμπληροῦν οὐσίαν, οὐ δυσχεράναντας ποιὸν συμπληρωτικὸν οὐσίας εἶναι, ἀλλὰ ποιᾶς μᾶλλον οὐσίας. δεῖ τοίνυν ἐπὶ τῆς ποιᾶς οὐσίας τὴν οὐσίαν πρὸ τοῦ ποιὰν εἶναι καὶ τὸ τί ἐστι. τί οὖν ἐπὶ τοῦ πυρὸς πρὸ τῆς ποιᾶς οὐσίας ἡ οὐσία; ἆρα τὸ σῶμα; τὸ σῶμα τοίνυν οὐσία ἔσται, τὸ δὲ πῦρ σῶμα θερμὸν καὶ οὐκ οὐσία τὸ ὅλον, ἀλλ̓ οὕτω τὸ θερμὸν ἐν αὐτῷ, ὡς καὶ ἐν σοὶ τὸ σιμόν. ἀφαιρεθείσης τοίνυν θερμότητος καὶ τοῦ λαμπροῦ καὶ κούφου, ἃ δὴ δοκεῖ ποιὰ εἶναι, καὶ ἀντιτυπίας τὸ τριχῆ διαστατὸν καταλείπεται καὶ ἡ ὕλη οὐσία. ἀλλ̓ οὐ δοκεῖ: τὸ γὰρ εἶδος μᾶλλον οὐσία. ἀλλὰ τὸ εἶδος ποιότης. ἢ οὐ ποιότης, ἀλλὰ λόγος τὸ εἶδος. τὰ οὖν ἐκ τοῦ λόγου καὶ τοῦ ὑποκειμένου τί ἐστιν; οὐ γὰρ τὸ ὁρώμενον καὶ τὸ καῖον: τοῦτο δὲ ποιόν. εἰ μή τις λέγοι τὸ καίειν ἐνέργειαν ἐκ τοῦ λόγου: καὶ τὸ θερμαίνειν καὶ τὸ λευκαίνειν τοίνυν καὶ τὰ ἄλλα ποιήσεις: ὥστε τὴν ποιότητα οὐχ ἕξομεν ὅπου καταλείψομεν. ἢ ταύτας μὲν οὐ λεκτέον ποιότητας, ὅσαι λέγονται συμπληροῦν οὐσίας, εἴπερ ἐνέργειαι αὐτῶν ἀπὸ τῶν λόγων καὶ τῶν δυνάμεων τῶν οὐσιωδῶν ἰοῦσαι, ἃ δέ ἐστιν ἔξωθεν πάσης οὐσίας οὐ πῂ μὲν ποιότητες, ἄλλοις δὲ οὐ ποιότητες φανταζόμεναι, τὸ δὲ περιττὸν μετὰ τὴν οὐσίαν ἔχουσαι, οἷον καὶ ἀρεταὶ καὶ κακίαι καὶ αἴσχη καὶ κάλλη καὶ ὑγίειαι καὶ οὕτως ἐσχηματίσθαι. καὶ τρίγωνον μὲν καὶ τετράγωνον καθ̓ αὑτὸ οὐ ποιόν, τὸ δὲ τετριγωνίσθαι ᾗ μεμόρφωται ποιὸν λεκτέον, καὶ οὐ τὴν τριγωνότητα, ἀλλὰ τὴν μόρφωσιν: καὶ τὰς τέχνας δὲ καὶ τὰς ἐπιτηδειότητας: ὥστε εἶναι τὴν ποιότητα διάθεσίν τινα ἐπὶ ταῖς οὐσίαις ἤδη οὔσαις εἴτε ἐπακτὴν εἴτε ἐξ ἀρχῆς συνοῦσαν, ἣ εἰ μὴ συνῆν, οὐδὲν ἔλαττον εἶχεν ἡ οὐσία. ταύτην δὲ καὶ εὐκίνητον καὶ δυσκίνητον εἶναι: ὡς διττὸν εἶναι εἶδος, τὸ μὲν εὐκίνητον, τὸ δὲ ἔμμονον αὐτῆς.