Ancient Greek · ~13 min
Book 2, ΠΕΡΙ ΠΟΙΟΤΗΤΟΣ ΚΑΙ ΕΙΔΟΥΣ.
Plotinus, Enneades 2.1.1-2
Not analysed yet
Ἆρα τὸ ὂν καὶ ἡ οὐσία ἕτερον. καὶ τὸ μὲν ὂν ἀπηρημωμένον τῶν ἄλλων, ἡ δὲ οὐσία τὸ ὂν μετὰ τῶν ἄλλων, κινήσεως, στάσεως, ταὐτοῦ, ἑτέρου, καὶ στοιχεῖα ταῦτα ἐκείνης; τὸ οὖν ὅλον οὐσία, ἕκαστον δὲ ἐκείνων τὸ μὲν ὄν, τὸ δὲ κίνησις, τὸ δὲ ἄλλο τι. κίνησις μὲν οὖν κατὰ συμβεβηκὸς ὄν: οὐσία δὴ ἄρα κατὰ συμβεβηκός: ἢ συμπληρωτικὸν οὐσίας; ἢ καὶ αὐτὴ οὐσία καὶ τὰ ἐκεῖ πάντα οὐσία. πῶς οὖν οὐ καὶ ἐνταῦθα; ἢ ἐκεῖ, ὅτι ἓν πάντα, ἐνθάδε δὲ διαληφθέντων τῶν εἰδώλων τὸ μὲν ἄλλο, τὸ δὲ ἄλλο: ὥσπερ ἐν μὲν τῷ σπέρματι ὁμοῦ πάντα καὶ ἕκαστον πάντα καὶ οὐ χεὶρ χωρὶς καὶ χωρὶς κεφαλή, ἐνθάδε δὲ χωρίζεται ἀλλήλων: εἴδωλα γὰρ καὶ οὐκ ἀληθῆ. τὰς οὖν ποιότητας ἐκεῖ φήσομεν οὐσίας διαφορὰς περὶ οὐσίαν οὔσας ἢ περὶ ὄν, διαφορὰς δὲ ποιούσας ἑτέρας οὐσίας πρὸς ἀλλήλας καὶ ὅλως οὐσίας; ἢ οὐκ ἄτοπον, ἀλλὰ περὶ τῶν τῇδε ποιοτήτων, ὧν αἱ μὲν διαφοραὶ οὐσιῶν, ὡς τὸ δίπουν καὶ τὸ τετράπουν, αἱ δὲ οὐ διαφοραὶ οὖσαι αὐτὸ τοῦτο μόνον ποιότητες λέγονται. καίτοι τὸ αὐτὸ καὶ διαφορὰ γίνεται συμπληροῦσα καὶ οὐ διαφορὰ ἐν ἄλλῳ οὐ συμπληροῦσα τὴν οὐσίαν, σημβεβηκὸς δέ: οἷον τὸ λευκὸν ἐν μὲν κύκνῳ ἢ ψιμμυθίῳ συμπληροῦν, ἐν δὲ σοὶ συμβεβηκός. ἢ τὸ λευκὸν τὸ μὲν ἐν τῷ λόγῳ συμπληροῦν καὶ οὐ ποιότης, τὸ δὲ ἐν τῇ ἐπιφανείᾳ ποιόν. ἢ διαιρετέον τὸ ποιόν, ὡς τὸ μὲν οὐσιῶδες ἰδιότης τις οὖσα τῆς οὐσίας, τὸ δὲ μόνον ποιόν, καθ̓ ὃ ποιὰ οὐσία, τοῦ ποιοῦ οὐ διαλλαγὴν εἰς τὴν οὐσίαν ποιοῦντος οὐδ̓ ἐκ τῆς οὐσίας, ἀλλ̓ οὔσης ἤδη καὶ πεπληρωμένης διάθεσίν τινα ἔξωθεν ποιοῦντος καὶ μετὰ τὴν οὐσίαν τοῦ πράγματος προσθήκην, εἴτε περὶ ψυχὴν εἴτε περὶ σῶμα γίνοιτο. ἀλλ̓ εἰ καὶ τὸ ὁρώμενον λευκὸν ἐπὶ τοῦ ψιμμυθίου συμπληρωτικὸν εἴη αὐτοῦ; ἐπὶ μὲν γὰρ τοῦ κύκνου οὐ συμπληρωτικόν: γένοιτο γὰρ ἂν καὶ οὐ λευκός: ἀλλ̓ ἐπὶ τοῦ ψιμμυθίου. καὶ τοῦ πυρὸς δὲ ἡ θερμότης. ἀλλ̓ εἴ τις λέγοι τὴν πυρότητα τὴν οὐσίαν εἶναι καὶ ἐπὶ τοῦ ψιμμυθίου τὸ ἀνάλογον; ἀλλ̓ ὅμως τοῦ ὁρωμένου πυρὸς πυρότης ἢ θερμότης συμπληροῦσα καὶ ἡ λευκότης ἐπὶ τοῦ ἑτέρου. αἱ αὐταὶ τοίνυν συμπληρώσουσι καὶ οὐ ποιότητες, καὶ οὐ συμπληρώσουσι καὶ ποιότητες: καὶ ἄτοπον ἐν μὲν οἷς συμπληροῦσι λέγειν ἄλλο εἶναι, ἐν δὲ οἷς μὴ ἄλλο, τῆς αὐτῆς φύσεως οὔσης. ἀλλ̓ ἄρα τοὺς μὲν λόγους τοὺς ποιήσαντας αὐτὰ οὐσιώδεις ὅλους, τὰ δὲ ἀποτελέσματα ἔχειν ἤδη τὰ ἐκεῖ τὶ ἐνταῦθα ποιά, οὐ τί. ὅθεν καὶ ἁμαρτάνειν ἡμᾶς ἀεὶ περὶ τὸ τὶ ἀπολισθαίνοντας ἐν ταῖς ζητήσεσιν αὐτοῦ καὶ εἰς τὸ ποιὸν καταφερομένους. οὐ γὰρ εἶναι τὸ πῦρ ὃ λέγομεν εἰς τὸ ποιὸν ἀφορῶντες, ἀλλὰ τὸ μὲν εἶναι οὐσίαν, ἃ δὲ νῦν βλέπομεν, εἰς ἃ καὶ ἀφορῶντες λέγομεν, ἀπάγειν ἡμᾶς ἀπὸ τοῦ τὶ καὶ ὁρίζεσθαι τὸ ποιόν: καὶ ἐπὶ τῶν αἰσθητῶν εὐλόγως, οὐδὲν γὰρ αὐτῶν οὐσίαν εἶναι, ἀλλ̓ αὐτῆς πάθη. ὅθεν κἀκεῖνο, πῶς ἐξ οὐκ οὐσιῶν οὐσία. ἐλέγετο μὲν οὖν, ὅτι οὐ δεῖ τὸ αὐτὸ τὸ γινόμενον εἶναι τοῖς ἐξ ὧν: νῦν δὲ λέγειν δεῖ, ὅτι οὐδὲ τὸ γενόμενον οὐσία. ἀλλὰ πῶς ἐκεῖ ἣν ἐλέγομεν οὐσίαν ἐξ οὐκ οὐσίας λέγομεν; τὴν γὰρ οὐσίαν φήσομεν ἐκεῖ κυριώτερον καὶ ἀμιγέστερον ἔχουσαν τὸ ὂν εἶναι οὐσίαν ὡς ἐν διαφοραῖς ὄντος, μᾶλλον δὲ μετὰ προσθήκης ἐνεργειῶν λεγομένην οὐσίαν, τελείωσιν μὲν δοκοῦσαν εἶναι ἐκείνου, τάχα δ̓ ἐνδεεστέραν τῇ προσθήκῃ καὶ τῷ οὐχ ἁπλῷ, ἀλλ̓ ἤδη ἀφισταμένην τούτου.