Ancient Greek · ~3 min
Book 2, ΠΕΡΙ ΤΗΣ ΔἸ ΟΛΩΝ ΚΡΑΣΕΩΣ.
Plotinus, Enneades 2.3-7
Not analysed yet
ἐπεὶ δὲ ἐμνήσθημεν σωματότητος, ἐπισκεπτέον, πότερα ἡ σωματότης ἐστὶ τὸ ἐκ πάντων συγκείμενον ἢ εἶδός τι καὶ λόγος τις, ὃς ἐγγενόμενος τῇ ὕλῃ σῶμα ποιεῖ. εἰ μὲν οὖν τοῦτό ἐστι τὸ σῶμα τὸ ἐκ πασῶν τῶν ποιοτήτων σὺν ὕλῃ ,ταὐτὸ ἂν εἴη ἡ σωματότης. καὶ εἰ λόγος δὲ εἴη, ὃς προσελθὼν ποιεῖ τὸ σῶμα, δηλονότι ὁ λόγος ἐμπεριλαβὼν ἔχει τὰς ποιότητας ἁπάσας. δεῖ δὲ τὸν λόγον τοῦτον, εἰ μή ἐστιν ἄλλως ὥσπερ ὁρισμὸς δηλωτικὸς τοῦ τί ἔστι τὸ πρᾶγμα, ἀλλὰ λόγος ποιῶν πρᾶγμα, μὴ τὴν ὕλην συμπεριειληφέναι, ἀλλὰ περὶ ὕλην εἶναι καὶ ἐγγενόμενον ἀποτελεῖν τὸ σῶμα, καὶ εἶναι μὲν τὸ σῶμα ὕλην καὶ λόγον ἐνόντα, αὐτὸν δὲ εἶδος ὄντα ἄνευ ὕλης ψιλὸν θεωρεῖσθαι, κἂν ὅτι μάλιστα ἀχώριστος αὐτὸς ᾖ. ὁ γὰρ χωριστὸς ἄλλος, ὁ ἐν νῷ: ἐν νῷ δέ, ὅτι καὶ αὐτὸς νοῦς. ἀλλὰ ταῦτα ἄλλοθι.