Ancient Greek · ~5 min
Book 2, ΠΕΡΙ ΤΩΝ ΔΥΟ ΥΑΩΝ.
Plotinus, Enneades 2.6-2
Not analysed yet
περὶ δὲ τῆς τῶν σωμάτων ὑποδοχῆς ὧδε λεγέσθω. ὅτι μὲν οὖν δεῖ τι τοῖς σώμασιν ὑποκείμενον εἶναι ἄλλο ὂν παῤ αὐτά, ἥ τε εἰς ἄλληλα μεταβολὴ τῶν στοιχείων δηλοῖ. οὐ γὰρ παντελὴς τοῦ μεταβάλλοντος ἡ φθορά: ἢ ἔσται τις οὐσία εἰς τὸ μὴ ὂν ἀπολλυμένη: οὐδ̓ αὖ τὸ γενόμενον ἐκ τοῦ παντελῶς μὴ ὄντος εἰς τὸ ὂν ἐλήλυθεν, ἀλλ̓ ἔστιν εἴδους μεταβολὴ ἐξ εἴδους ἑτέρου. μένει δὲ τὸ δεξάμενον τὸ εἶδος τοῦ γενομένου καὶ ἀποβαλὸν θάτερον. τοῦτό τε οὖν δηλοῖ καὶ ὅλως ἡ φθορά: συνθέτου γάρ: εἰ δὲ τοῦτο, ἐξ ὕλης καὶ εἴδους ἕκαστον. ἥ τε ἐπαγωγὴ μαρτυρεῖ τὸ φθειρόμενον σύνθετον δεικνῦσα: καὶ ἡ ἀνάλυσις δέ: οἷον εἰ ἡ φιάλη εἰς τὸν χρυσόν, ὁ δὲ χρυσὸς εἰς ὕδωρ, καὶ τὸ ὕδωρ δὲ φθειρόμενον τὸ ἀνάλογον ἀπαιτεῖ. ἀνάγκη δὲ τὰ στοιχεῖα ἢ εἶδος εἶναι ἢ ὕλην πρώτην ἢ ἐξ ὕλης καὶ εἴδους. ἀλλ̓ εἶδος μὲν οὐχ οἷόν τε: πῶς γὰρ ἄνευ ὕλης ἐν ὄγκῳ καὶ μεγέθει; ἀλλ̓ οὐδ̓ ὕλη ἡ πρώτη: φθείρεται γάρ. ἐξ ὕλης ἄρα καὶ εἴδους. καὶ τὸ μὲν εἶδος κατὰ τὸ ποιὸν καὶ τὴν μορφήν, ἡ δὲ κατὰ τὸ ὑποκείμενον ἀόριστον, ὅτι μὴ εἶδος.