Ancient Greek · ~9 min
Book 2, ΠΕΡΙ ΤΩΝ ΔΥΟ ΥΑΩΝ.
Plotinus, Enneades 2.5-3
Not analysed yet
εἰ δ̓ ὅτι ἀεὶ ἔχει ταῦτα καὶ ὁμοῦ, ἓν ἄμφω καὶ οὐχ ὕλη ἐκεῖ, οὐδ̓ ἐνταῦθα ἔσται τῶν σωμάτων ὕλη, οὐδέποτε γὰρ ἄνευ μορφῆς, ἀλλ̓ ἀεὶ ὅλον σῶμα, σύνθετον μὴν ὅμως. καὶ νοῦς εὑρίσκει τὸ διττόν: οὗτος γὰρ διαιρεῖ, ἕως εἰς ἁπλοῦν ἥκῃ μηκέτι αὐτὸ ἀναλύεσθαι δυνάμενον: ἕως δὲ δύναται, χωρεῖ αὐτοῦ εἰς τὸ βάθος. τὸ δὲ βάθος ἑκάστου ἡ ὕλη: διὸ καὶ σκοτεινὴ πᾶσα, ὅτι τὸ φῶς λόγος καὶ ὁ νοῦς λόγος. διὸ τὸν ἐφ̓ ἑκάστου λόγον ὁρῶν τὸ κάτω ὡς ὑπὸ τὸ φῶς σκοτεινὸν ἡγεῖται, ὥσπερ ὀφθαλμὸς φωτοειδὴς ὢν πρὸς τὸ φῶς βαλὼν καὶ χρόας φῶτα ὄντα τὰ ὑπὸ τὰ χρώματα σκοτεινὰ καὶ ὑλικὰ εἶναι λέγει ʽκεκρυμμένα τοῖς χρώμασἰ. διάφορόν γε μὴν τὸ σκοτεινὸν τό τε ἐν τοῖς νοητοῖς τό τε ἐν τοῖς αἰσθητοῖς ὑπάρχει διάφορός τε ἡ ὕλη, ὅσον καὶ τὸ εἶδος τὸ ἐπικείμενον ἀμφοῖν διάφορον: ἡ μὲν γὰρ θεία λαβοῦσα τὸ ὡρισμένον αὐτὴ ζωὴν ὡρισμένην καὶ νοερὰν ἔχει, ἡ δὲ ὡρισμένον μέν τι γίνεται, οὐ μὴν ζῶν οὐδὲ νοοῦν, ἀλλὰ νεκρὸν κεκοσμημένον. καὶ ἡ μορφὴ δὲ εἴδωλον: ὥστε καὶ τὸ ὑποκείμενον εἴδωλον. ἐκεῖ δὲ ἡ μορφὴ ἀληθινόν: ὥστε καὶ τὸ ὑποκείμενον. διὸ καὶ τοὺς λέγοντας οὐσίαν τὴν ὕλην, εἰ περὶ ἐκείνης ἔλεγον, ὀρθῶς ἔδει ὑπολαμβάνειν λέγειν: τὸ γὰρ ὑποκείμενον ἐκεῖ οὐσία, μᾶλλον δὲ μετὰ τοῦ ἐπ’ αὐτῇ νοουμένη καὶ ὅλη οὖσα πεφωτισμένη οὐσία. πότερα δὲ ἀίδιος ἡ νοητὴ ὁμοίως ζητητέον, ὡς ἄν τις καὶ τὰς ἰδέας ζητοῖ: γεννητὰ μὲν γὰρ τῷ ἀρχὴν ἔχειν,ἀγέννητα δέ, ὅτι μὴ χρόνῳ τὴν ἀρχὴν ἔχει, ἀλλ̓ ἀεὶ παῤ ἄλλου, οὐχ ὡς γινόμενα ἀεί, ὥσπερ ὁ κόσμος, ἀλλὰ ὄντα ἀεί, ὥσπερ ὁ ἐκεῖ κόσμος. καὶ γὰρ ἡ ἑτερότης ἡ ἐκεῖ ἀεί, ἣ τὴν ὕλην ποιεῖ: ἀρχὴ γὰρ ὕλης αὕτη, ἡ κίνησις ἡ πρώτη: διὸ καὶ αὕτη ἑτερότης ἐλέγετο, ὅτι ὁμοῦ ἐξέφυσαν κίνησις καὶ ἑτερότης: ἀόριστον δὲ καὶ ἡ κίνησις καὶ ἡ ἑτερότης ἡ ἀπὸ τοῦ πρώτου, κἀκείνου πρὸς τὸ ὁρισθῆναι δεόμενα: ὁρίζεται δέ, ὅταν πρὸς αὐτὸ ἐπιστραφῇ: πρὶν δὲ ἀόριστον καὶ τὸ ἕτερον καὶ οὔπω ἀγαθόν, ἀλλ̓ ἀφώτιστον ἐκείνου. εἰ γὰρ παῤ ἐκείνου τὸ φῶς, τὸ δεχόμενον τὸ φῶς, πρὶν δέξασθαι, φῶς οὐκ ἔχει ἀληθινόν, ἀλλὰ ἄλλο ὂν ἔχει, εἴπερ τὸ φῶς παῤ ἄλλου. καὶ περὶ μὲν τῆς ἐν τοῖς νοητοῖς ὕλης πλείω τῶν προσηκόντων παραγυμνωθέντα ταύτῃ.