Ancient Greek · ~7 min
Book 2, ΠΕΡΙ ΤΩΝ ΔΥΟ ΥΑΩΝ.
Plotinus, Enneades 2.8-3
Not analysed yet
τίς οὖν ἡ μία αὕτη καὶ συνεχὴς καὶ ἄποιος λεγομένη; καὶ ὅτι μὲν μὴ σῶμα, εἴπερ ἄποιος, δῆλον: ἢ ποιότητα ἕξει. λέγοντες δὲ πάντων αὐτὴν εἶναι τῶν αἰσθητῶν καὶ οὐ τινῶν μὲν ὕλην, πρὸς ἄλλα δὲ εἶδος οὖσαν: οἷον τὸν πηλὸν ὕλην τῷ κεραμεύοντι, ἁπλῶς δὲ οὐχ ὕλην: οὐ δὴ οὕτως, ἀλλὰ πρὸς πάντα λέγοντες, οὐδὲν ἂν αὐτῇ προσάπτοιμεν, ὅσα ἐπὶ τοῖς αἰσθητοῖς ὁρᾶται. εἰ δὴ τοῦτο, πρὸς ταῖς ἄλλαις ποιότησιν, οἷον χρώμασι καὶ θερμότησι καὶ ψυχρότησιν, οὐδὲ τὸ κοῦφον οὐδὲ τὸ βάρος, οὐ πυκνόν, οὐχ ἁραιόν, ἀλλ̓ οὐδὲ σχῆμα. οὐ τοίνυν οὐδὲ μέγεθος: ἄλλο γὰρ τὸ μεγέθει, ἄλλο τὸ μεμεγεθυσμένῳ εἶναι, ἄλλο τὸ σχήματι, ἄλλο τὸ ἐσχηματισμένῳ. δεῖ δὲ αὐτὴν μὴ σύνθετον εἶναι, ἀλλὰ ἁπλοῦν καὶ ἕν τι τῇ αὑτῆς φύσει: οὕτω γὰρ πάντων ἔρημος. καὶ ὁ μορφὴν διδοὺς δώσει ἄλλην οὖσαν παῤ αὐτὴν καὶ μέγεθος καὶ πάντα ἐκ τῶν ὄντων οἷον προσφέρων: ἢ δουλεύσει τῷ μεγέθει αὐτῆς καὶ ποιήσει οὐχ ἡλίκον θέλει, ἀλλ̓ ὅσον ἡ ὕλη βούλεται: τὸ δὲ συντροχάζειν τὴν βούλησιν τῷ μεγέθει αὐτῆς πλασματῶδες. εἰ δὲ καὶ πρότερον τῆς ὕλης τὸ ποιοῦν, ταύτῃ ἔσται ἡ ὕλη πάντη, ᾗ τὸ ποιοῦν θέλει, καὶ εὐάγωγος εἰς ἅπαντα: καὶ εἰς μέγεθος τοίνυν. μέγεθος δὲ εἰ ἔχει, ἀνάγκη καὶ σχῆμα ἔχειν: ὥστε ἔτι μᾶλλον δύσεργος ἔσται. ἔπεισι τοίνυν τὸ εἶδος αὐτῇ πάντα ἐπ’ αὐτῇ φέρον: τὸ δὲ εἶδος πᾶν καὶ μέγεθος ἔχει καὶ ὁπόσον ἂν ᾖ μετὰ τοῦ λόγου καὶ ὑπὸ τούτου. διὸ καὶ ἐπὶ τῶν γενῶν ἑκάστων μετὰ τοῦ εἴδους καὶ τὸ ποσὸν ὥρισται: ἄλλο γὰρ ἀνθρώπου καὶ ἄλλο ὄρνιθος καὶ ὄρνιθος τοιουτουί. θαυμαστότερον τὸ ποσὸν τῇ ὕλῃ ἄλλο ἐπάγειν τοῦ ποιὸν αὐτῇ προστιθέναι, οὐδὲ τὸ μὲν ποιὸν λόγος, τὸ δὲ ποσὸν οὐκ εἶδος καὶ μέτρον καὶ ἀριθμὸς ὄν.