Ancient Greek · ~4 min
Book 2, ΠΕΡΙ ΤΩΝ ΔΥΟ ΥΑΩΝ.
Plotinus, Enneades 2.9-2
Not analysed yet
πῶς οὖν τις λήψεταί τι τῶν ὄντων, ὃ μὴ μέγεθος ἔχει; ἢ πᾶν ὅπερ μὴ ταὐτὸν τῷ ποσῷ: οὐ γὰρ δὴ τὸ ὂν καὶ τὸ ποσὸν ταὐτόν. πολλὰ δὲ καὶ ἄλλα ἕτερα τοῦ ποσοῦ. ὅλως δὲ πᾶσαν ἀσώματον φύσιν ἄποσον θετέον: ἀσώματος δὲ καὶ ἡ ὕλη. ἐπεὶ καὶ ἡ ποσότης αὐτὴ οὐ ποσόν, ἀλλὰ τὸ μετασχὸν αὐτῆς: ὥστε καὶ ἐκ τούτου δῆλον, ὅτι εἶδος ἡ ποσότης. ὡς οὖν ἐγίνετό τι λευκὸν παρουσίᾳ λευκότητος, τὸ δὲ πεποιηκὸς τὸ λευκὸν χρῶμα ἐν ζῴῳ καὶ τὰ ἄλλα δὲ χρώματα ποικίλα οὐκ ἦν ποικίλον χρῶμα, ἀλλὰ ποικίλος, εἰ βούλει, λόγος, οὕτω καὶ τὸ ποιοῦν τὸ τηλικόνδε οὐ τηλικόνδε, ἀλλ̓ αὐτὸ τὸ πηλίκον ἢ πηλικότης ἢ ὁ λόγος τὸ ποιοῦν. προσελθοῦσα οὖν ἡ πηλικότης ἐξελίττει εἰς μέγεθος τὴν ὕλην; οὐδαμῶς: οὐδὲ γὰρ ἐν ὀλίγῳ συνεσπείρατο: ἀλλ̓ ἔδωκε μέγεθος τὸ οὐ πρότερον ὄν, ὥσπερ καὶ ποιότητα τὴν οὐ πρότερον οὖσαν.