Ancient Greek · ~4 min
Book 3, ΠΕΡΙ ΤΟΥ ΕΙΛΗΧΟΤΟΣ ΗΜΑΣ ΔΑΙΜΟΝΟΣ.
Plotinus, Enneades 3.1-4
Not analysed yet
Τῶν μὲν αἱ ὑποστάσεις γίνονται μενόντων ἐκείνων, ἡ δὲ ψυχὴ κινουμένη ἐλέγετο γεννᾶν καὶ αἴσθησιν τὴν ἐν ὑποστάσει καὶ φύσιν καὶ μέχρι φυτῶν. καὶ γὰρ ἔχει αὐτὴν καὶ ἐν ἡμῖν οὖσα, κρατεῖ δὲ μέρος οὖσα: ὅταν δὲ ἐν φυτοῖς γένηται, αὕτη κρατεῖ οἷον μόνη γενομένη. αὕτη μὲν οὖν οὐδὲν γεννᾷ, γεννᾷ πάντη ἕτερον αὑτῆς: οὐκέτι γὰρ ζωὴ μετὰ ταύτην, ἀλλὰ τὸ γεννώμενον ἄζων. τί οὖν; ἤ, ὥσπερ πᾶν, ὅσον πρὸ τούτου ἐγεννᾶτο, ἀμόρφωτον ἐγεννᾶτο, εἰδοποιεῖτο δὲ τῷ ἐπιστρέφεσθαι πρὸς τὸ γεννῆσαν οἷον ἐκτρεφόμενον, οὕτω δεῖ καὶ ἐνταῦθα τὸ γεννηθὲν οὐ ψυχῆς ἔτι εἶδος, οὐ γὰρ ἔτι ζῇ, ἀλλ̓ ἀοριστίαν εἶναι παντελῆ. εἰ μὲν γὰρ κἂν τοῖς προτέροις η ἀοριστία, ἀλλ̓ ἐν εἴδει: οὐ γὰρ πάντη ἀόριστον, ἀλλ̓ ὡς πρὸς τὴν τελείωσιν αὐτοῦ: τὸ δὲ νῦν πάντη. τελειούμενον δὲ γίνεται σῶμα μορφὴν λαβὸν τὴν τῇ αὑτοῦ δυνάμει πρόσφορον, ὑποδοχὴ τοῦ γεννήσαντος καὶ ἐκθρέψαντος, καὶ μόνον τοῦτο ἐν σώματι ἔσχατον τῶν ἄνω ἐν ἐσχάτῳ τοῦ κάτω