Ancient Greek · ~7 min
Book 3, ΠΕΡΙ ΤΟΥ ΕΙΛΗΧΟΤΟΣ ΗΜΑΣ ΔΑΙΜΟΝΟΣ.
Plotinus, Enneades 3.2-4
Not analysed yet
καὶ τὸ ʽψυχὴ πᾶσα ἐπιμελεῖται τοῦ ἀψύχοὐ ἐπὶ ταύτης μάλιστα: αἱ δ̓ ἄλλαι ἄλλως. ʽπάντα δὲ οὐρανὸν περιπολεῖ ἄλλοτε ἐν ἄλλοις εἴδεσιν̓ ἢ ἐν αἰσθητικῷ εἴδει ἢ ἐν λογικῷ ἢ ἐν αὐτῷ τῷ φυτικῷ. τὸ γὰρ κρατοῦν αὐτῆς μόριον τὸ ἑαυτῷ πρόσφορον ποιεῖ, τὰ δ̓ ἄλλα ἀργεῖ: ἔξω γάρ. ἐν δὲ ἀνθρώπῳ οὐ κρατεῖ τὰ χείρω, ἀλλὰ σύνεστιν: οὐδέ γε τὸ κρεῖττον ἀεί: ἔστι γὰρ καὶ ταῦτα χώραν τινὰ ἔχοντα. διὸ καὶ ὡς αἰσθητικοί: ἔστι γὰρ καὶ ὄργανα αἰσθήσεως: καὶ πολλὰ ὡς φυτά ἔστι γὰρ σῶμα αὐξόμενον καὶ γεννῶν: ὥστε πάντα συνεργεῖ, κατὰ δὲ τὸ κρεῖττον τὸ ὅλον εἶδος ἄνθρωπος. ἐξελθοῦσα δέ, ὅτι περ ἐπλεόνασε, τοῦτο γίνεται. διὸ φεύγειν δεῖ πρὸς τὸ ἄνω, ἵνα μὴ εἰς τὴν αἰσθητικὴν ἐπακολουθοῦντες τοῖς αἰσθητοῖς εἰδώλοις, μηδὲ εἰς τὴν φυτικὴν ἐπακολουθοῦντες τῇ ἐφέσει τοῦ γεννᾶν καὶ ἐδωδῶν λιχνείαις, ἀλλ̓ εἰς τὸ νοερὸν καὶ νοῦν καὶ θεόν. ὅσοι μὲν οὖν τὸν ἄνθρωπον ἐτήρησαν, πάλιν ἄνθρωποι: ὅσοι δὲ αἰσθήσει μόνον ἔζησαν, ζῷα. ἀλλ̓ εἰ μὲν αἰσθήσει μετὰ θυμοῦ, τὰ ἄγρια, καὶ ἡ διαφορὰ ἡ ἐν τούτοις τὸ διάφορον τῶν τοιούτων ποιεῖ: ὅσοι δὲ μετ̓ ἐπιθυμίας καὶ ἡδονῆς τοῦ ἐπιθυμοῦντος, τὰ ἀκόλαστα τῶν ζῴων καὶ γαστρίμαργα. εἰ δὲ μηδὲ αἰσθήσει μετὰ τούτων, ἀλλὰ νωθείᾳ αἰσθήσεως μετ̓ αὐτῶν, καὶ φυτά: μόνον γὰρ τοῦτο ἢ μάλιστα ἐνήργει τὸ φυτικόν, καὶ ἦν αὐτοῖς μελέτη δενδρωθῆναι. τοὺς δὲ φιλομούσους μέν, καθαρίους δὲ τὰ ἄλλα, εἰς τὰ ᾠδικά: τοὺς δὲ ἀλόγως βασιλέας ἀετούς, εἰ μὴ ἄλλη κακία παρείη: μετεωρολόγους δὲ ἄνευ φρονήσεως εἰς τὸν οὐρανὸν ἀεὶ αἰρομένους εἰς ὄρνεις μετεώρους ταῖς πτήσεσιν. ὁ δὲ τὴν πολιτικὴν ἀρετὴν ἄνθρωπος: ὁ δὲ ἧττον ἀρετῆς πολιτικῆς μετέχων πολιτικὸν ζῷον, μέλιττα ἢ τὰ τοιαῦτα.