Ancient Greek · ~9 min
Book 3, ΕΠΙΣΚΕΨΕΙΣ ΔΙΑΦΟΡΟΙ.
Plotinus, Enneades 3.1-8
Not analysed yet
ʽΝοῦσ̓, φησιν, ʽὁρᾷ ἐνούσας ἰδέας ἐν τῷ ὅ ἐστι ζῷον: εἶτα διενοήθη ʼ,ʼ φησίν, ʽὁ δημιουργὸς ἃ ὁ νοῦς ὁρᾷ ἐν τῷ ὅ ἐστι ζῷον καὶ τόδε τὸ πᾶν ἔχειν. ʼ οὐκοῦν φησιν ἤδη εἶναι τὰ εἴδη πρὸ τοῦ νοῦ, ὄντα δὲ αὐτὰ νοεῖν τὸν νοῦν; πρῶτον οὖν ἐκεῖνο, λέγω δὲ τὸ ζῷον, ζητητέον εἰ μὴ νοῦς, ἀλλ̓ ἕτερον νοῦ: τὸ γὰρ θεωροῦν νοῦς: τὸ τοίνυν ζῷον αὐτὸ οὐ νοῦς, ἀλλὰ νοητὸν αὐτὸ φήσομεν καὶ τὸν νοῦν ἔξω φήσομεν αὑτοῦ ἃ ὁρᾷ ἔχειν εἴδωλα ἄρα καὶ οὐ τἀληθῆ ἔχει, εἰ ἐκεῖ τἀληθῆ ἐκεῖ γὰρ καὶ τὴν ἀλήθειάν φησιν εἶναι ἐν τῷ ὄντι, οὗ αὐτὸ ἕκαστον ἤ, κἂν ἕτερον ἑκάτερον, οὐ χωρὶς ἀλλήλων, ἀλλ̓ ἢ μόνον τῷ ἕτερα. ἔπειτα οὐδὲν κωλύει ὅσον ἐπὶ τῷ λεγομένῳ ἓν εἶναι ἄμφω, διαιρούμενα δὲ τῇ νοήσει, εἴπερ μόνον οὕτως ὂν τὸ μὲν νοητόν, τὸ δὲ νοοῦν: ὃ γὰρ καθορᾷ οὔ φησιν ἐν ἑτέρῳ πάντως, ἀλλ̓ ἐν αὑτῷ τὸ νοητὸν ἔχειν. ἢ τὸ μὲν νοητὸν οὐδὲν κωλύει καὶ νοῦν εἶναι ἐν στάσει καὶ ἑνότητι καὶ ἡσυχίᾳ, τὴν δὲ τοῦ νοῦ φύσιν τοῦ ὁρῶντος ἐκεῖνον τὸν νοῦν τὸν ἐν αὑτῷ ἐνέργειάν τινα ἀπ̓ ἐκείνου, ἣ ὁρᾷ ἐκεῖνον: ὁρῶντα δὲ ἐκεῖνον οἷον εἶναι νοῦν ἐκείνου, ὅτι νοεῖ ἐκεῖνον: νοοῦντα δὲ ἐκεῖνον καὶ αὐτὸν νοῦν καὶ νοητὸν ἄλλως εἶναι τῷ μεμιμῆσθαι. τοῦτο οὖν ἐστι τὸ διανοηθέν, ἃ ἐκεῖ ὁρᾷ, ἐν τῷδε τῷ κόσμῳ ποιῆσαι ʽζῴων γένη τέσσαρἀ. δοκεῖ γε μὴν τὸ διανοούμενον ἐπικεκρυμμένως ἕτερον ἐκείνων τῶν δύο ποιεῖν. ἄλλοις δὲ δόξει τὰ τρία ἓν εἶναι, τὸ ζῷον αὐτὸ ὃ ἔστιν, ὁ νοῦς, τὸ διανοούμενον. ἢ ὥσπερ ἐν πολλοῖς προτείνων ἄλλως ὁ δὲ ἄλλως νοεῖ τρία εἶναι. καὶ τὰ μὲν δύο εἴρηται, τὸ δὲ τρίτον τί, ὃ διενοήθη τὰ ὁρώμενα ὑπὸ τοῦ νοῦ ἐν τῷ ζῴῳ κείμενα αὐτὸ ἐργάσασθαι καὶ ποιῆσαι καὶ μερίσαι; ἢ δυνατὸν τρόπον μὲν ἄλλον τὸν νοῦν εἶναι τὸν μερίσαντα, τρόπον δὲ ἕτερον τὸν μερίσαντα μὴ τὸν νοῦν εἶναι: ᾗ μὲν γὰρ παῤ αὐτοῦ τὰ μερισθέντα, αὐτὸν εἶναι τὸν μερίσαντα, ᾗ δ̓ αὐτὸς ἀμέριστος μένει, τὰ δ̓ ἀπ̓ αὐτοῦ ἐστι τὰ μερισθέντα: ταῦτα δέ ἐστι ψυχαί: ψυχὴν εἶναι τὴν μερίσασαν εἰς πολλὰς ψυχάς. διὸ καί φησι τοῦ τρίτου εἶναι τὸν μερισμὸν καὶ ἐν τῷ τρίτῳ, ὅτι διενοήθη, ὃ οὐ νοῦ ἔργον, ἀλλὰ ψυχῆς μεριστὴν ἐνέργειαν ἐχούσης ἐν μεριστῇ φύσει.