Ancient Greek · ~6 min
Book 3, ΕΠΙΣΚΕΨΕΙΣ ΔΙΑΦΟΡΟΙ.
Plotinus, Enneades 3.2-8
Not analysed yet
οἷον γὰρ μιᾶς ἐπιστήμης τῆς ὅλης ὁ μερισμὸς εἰς τὰ θεωρήματα τὰ καθέκαστα οὐ σκεδασθείσης οὐδὲ κατακερματισθείσης, ἔχει δὲ ἕκαστον δυνάμει τὸ ὅλον, οὗ τὸ αὐτὸ ἀρχὴ καὶ τέλος, καὶ οὕτω χρὴ παρασκευάζειν αὑτόν, ὡς τὰς ἀρχὰς τὰς ἐν αὐτῷ καὶ τέλη εἶναι καὶ ὅλα καὶ πάντα εἰς τὸ τῆς φύσεως ἄριστον, ὃ γενόμενός ἐστιν ἐκεῖ: τούτῳ γὰρ τῷ ἀρίστῳ αὑτοῦ, ὅταν ἔχῃ, ἅψεται ἐκείνου. ἡ πᾶσα ψυχὴ οὐδαμοῦ ἐγένετο οὐδὲ ἦλθεν: οὐδὲ γὰρ ἦν ὅπου: ἀλλὰ τὸ σῶμα γειτονῆσαν μετέλαβεν αὐτῆς: διὸ οὐκ ἐν τῷ σώματι οὐδ̓ ὁ Πλάτων φησί που, ἀλλὰ τὸ σῶμα εἰς αὐτήν. αἱ δ̓ ἄλλαι ἔχουσιν ὅθεν: ἀπὸ γὰρ ψυχῆς: καὶ εἰς ὃ καὶ κατελθεῖν καὶ μετελθεῖν: ὅθεν καὶ ἀνελθεῖν. ἡ δ̓ ἀεὶ ἄνω ἐν ᾧ πέφυκεν εἶναι ψυχή: τὸ δὲ ἐφεξῆς τὸ πᾶν, οἷον τὸ πλησίον ἢ τὸ ὑφ̓ ἡλίῳ. φωτίζεται μὲν οὖν ἡ μερικὴ πρὸς τὸ πρὸ αὐτῆς φερομένη: ὄντι γὰρ ἐντυγχάνει: εἰς δὲ τὸ μετ̓ αὐτὴν εἰς τὸ μὴ ὄν. τοῦτο δὲ ποιεῖ, ὅταν πρὸς αὑτήν: πρὸς αὑτὴν γὰρ βουλομένη τὸ μετ̓ αὐτὴν ποιεῖ εἴδωλον αὐτῆς, τὸ μὴ ὄν, οἷον κενεμβατοῦσα καὶ ἀοριστοτέρα γινομένη: καὶ τοῦτο τὸ εἴδωλον τὸ ἀόριστον πάντη σκοτεινόν: ἄλογον γὰρ καὶ ἀνόητον πάντη καὶ πολὺ τοῦ ὄντος ἀποστατοῦν. εἰς δὲ τὸ μεταξύ ἐστιν ἐν τῷ οἰκείῳ, πάλιν δὲ ἰδοῦσα οἷον δευτέρᾳ προσβολῇ τὸ εἴδωλον ἐμόρφωσε καὶ ἡσθεῖσα ἔρχεται εἰς αὐτό.