Ancient Greek · ~15 min
Book 3, ΠΕΡΙ ΑΙΩΝΟΣ ΚΑΙ ΧΡΟΝΟΥ
Plotinus, Enneades 3.11.1
Not analysed yet
δεῖ δὴ ἀναγαγεῖν ἡμᾶς αὐτοὺς πάλιν εἰς ἐκείνην τὴν διάθεσιν, ἣν ἐπὶ τοῦ αἰῶνος ἐλέγομεν εἶναι, τὴν ἀτρεμῆ ἐκείνην καὶ ὁμοῦ πᾶσαν καὶ ἄπειρον ἤδη ζωὴν καὶ ἀκλινῆ πάντη καὶ ἐν ἑνὶ καὶ πρὸς ἓν ἑστῶσαν: χρόνος δὲ οὔπω ἦν, ἢ ἐκείνοις γε οὐκ ἦν, γενησόμενον δὲ λόγῳ καὶ φύσει τοῦ ὑστέρου. τούτων δὴ οὖν ἡσυχίαν ἀγόντων ἐν αὑτοῖς, ὅπως δὴ πρῶτον ἐξέπεσε χρόνος, τὰς μὲν Μούσας οὔπω τότε οὔσας οὐκ ἄν τις ἴσως καλοῖ εἰπεῖν τοῦτο: ἀλλ̓ ἴσως εἴπερ ἦσαν καὶ αἱ Μοῦσαι τότε: αὐτὸν δ̓ ἄν τις τάχα τὸν γενόμενον χρόνον, ὅπως ἐστὶν ἐκφανεὶς καὶ γενόμενος. λέγοι δ̓ ἂν περὶ αὑτοῦ ὧδέ πως: ὡς πρότερον πρὶν τὸ πρότερον δὴ τοῦτο γεννῆσαι καὶ τοῦ ὑστέρου δεηθῆναι σὺν αὐτῷ ἐν τῷ ὄντι ἀνεπαύετο χρόνος οὐκ ὤν, ἀλλ̓ ἐν ἐκείνῳ καὶ αὐτὸς ἡσυχίαν ἦγε. φύσεως δὲ πολυπράγμονος καὶ ἄρχειν αὑτῆς βουλομένης καὶ εἶναι αὑτῆς καὶ τὸ πλέον τοῦ παρόντος ζητεῖν ἑλομένης ἐκινήθη μὲν αὐτή, ἐκινήθη δὲ καὶ αὐτός, καὶ εἰς τὸ ἔπειτα ἀεὶ καὶ τὸ ὕστερον καὶ οὐ ταὐτόν, ἀλλ̓ ἕτερον, εἶθ̓ ἕτερον, κινούμενοι μῆκός τι τῆς πορείας ποιησάμενοι αἰῶνος εἰκόνα τὸν χρόνον εἰργάσμεθα. ἐπεὶ γὰρ ψυχῆς ἦν τις δύναμις οὐχ ἥσυχος, τὸ δ̓ ἐκεῖ ὁρώμενον ἀεὶ μεταφέρειν εἰς ἄλλο βουλομένη, τὸ μὲν ἀθρόον αὐτῇ πᾶν παρεῖναι οὐκ ἤθελεν: ὥσπερ δ̓ ἐκ σπέρματος ἡσύχου ἐξελίττων αὑτὸν ὁ λόγος διέξοδον εἰς πολύ, ὡς οἴεται, ποιεῖ ἀφανίζων τὸ πολὺ τῷ μερισμῷ καὶ ἀνθ̓ ἑνὸς ἐν αὑτῷ οὐκ ἐν αὑτῷ τὸ ἓν δαπανῶν εἰς μῆκος ἀσθενέστερον πρόεισιν, οὕτω δὴ καὶ αὐτὴ κόσμον ποιοῦσα αἰσθητὸν μιμήσει ἐκείνου κινούμενον κίνησιν οὐ τὴν ἐκεῖ, ὁμοίαν δὲ τῇ ἐκεῖ καὶ ἐθέλουσαν εἰκόνα ἐκείνης εἶναι, πρῶτον μὲν ἑαυτὴν ἐχρόνωσεν ἀντὶ τοῦ αἰῶνος τοῦτον ποιήσασα ἔπειτα δὲ καὶ τῷ γενομένῳ ἔδωκε δουλεύειν χρόνῳ ἐν χρόνῳ αὐτὸν πάντα ποιήσασα εἶναι τὰς τούτου διεξόδους ἁπάσας ἐν αὐτῷ περιλαβοῦσα: ἐν ἐκείνῃ γὰρ κινούμενος: οὐ γάρ τις αὐτῷ τοῦδε τοῦ παντὸς τόπος ἢ ψυχή: καὶ ἐν τῷ ἐκείνης αὖ ἐκινεῖτο χρόνῳ. τὴν γὰρ ἐνέργειαν αὑτῆς παρεχομένη ἄλλην μετ̓ ἄλλην, εἶθ̓ ἑτέραν πάλιν ἐφεξῆς, ἐγέννα τε μετὰ τῆς ἐνεργείας τὸ ἐφεξῆς καὶ συμπροῄει μετὰ διανοίας ἑτέρας μετ̓ ἐκείνην τὸ μὴ πρότερον ὄν, ὅτι οὔθ̓ ἡ διάνοια ἐνεργηθεῖσα ἦν οὔθ̓ ἡ νῦν ζωὴ ὁμοία τῇ πρὸ αὐτῆς. ἅμα οὖν ζωὴ ἄλλη καὶ τῷ ἄλλη χρόνον εἶχεν ἄλλον. διάστασις οὖν ζωῆς χρόνον εἶχε καὶ τὸ πρόσω ἀεὶ τῆς ζωῆς χρόνον ἔχει ἀεὶ καὶ ἡ παρελθοῦσα ζωὴ χρόνον ἔχει παρεληλυθότα. εἰ οὖν χρόνον τις λέγοι ψυχῆς ἐν κινήσει μεταβατικῇ ἐξ ἄλλου εἰς ἄλλον βίον ζωὴν εἶναι, ἆῤ ἂν δοκοῖ τι λέγειν; εἰ γὰρ αἰών ἐστι ζωὴ ἐν στάσει καὶ τῷ αὐτῷ καὶ ὡσαύτως καὶ ἄπειρος ἤδη, εἰκόνα δὲ δεῖ τοῦ αἰῶνος τὸν χρόνον εἶναι, ὥσπερ καὶ τόδε τὸ πᾶν ἔχει πρὸς ἐκεῖνο, ἀντὶ μὲν ζωῆς τῆς ἐκεῖ ἄλλην δεῖ ζωὴν τὴν τῆσδε τῆς δυνάμεως τῆς ψυχῆς ὥσπερ ὁμώνυμον λέγειν εἶναι καὶ ἀντὶ κινήσεως νοερᾶς ψυχῆς τινος μέρους κίνησιν, ἀντὶ δὲ ταυτότητος καὶ τοῦ ὡσαύτως καὶ μένοντος τὸ μὴ μένον ἐν τῷ αὐτῷ, ἄλλο δὲ καὶ ἄλλο ἐνεργοῦν, ἀντὶ δὲ ἀδιαστάτου καὶ ἑνὸς εἴδωλον τοῦ ἑνὸς τὸ ἐν συνεχείᾳ ἕν, ἀντὶ δὲ ἀπείρου ἤδη καὶ ὅλου τὸ εἰς ἄπειρον πρὸς τὸ ἐφεξῆς ἀεί, ἀντὶ δὲ ἀθρόου ὅλου τὸ κατὰ μέρος ἐσόμενον καὶ ἀεὶ ἐσόμενον ὅλον. οὕτω γὰρ μιμήσεται τὸ ἤδη ὅλον καὶ ἀθρόον καὶ ἄπειρον ἤδη, εἰ ἐθελήσει ἀεὶ προσκτώμενον εἶναι ἐν τῷ εἶναι: καὶ γὰρ τὸ εἶναι οὕτω τὸ ἐκείνου μιμήσεται. δεῖ δὲ οὐκ ἔξωθεν τῆς ψυχῆς λαμβάνειν τὸν χρόνον, ὥσπερ οὐδὲ τὸν αἰῶνα ἐκεῖ ἔξω τοῦ ὄντος, οὐδ̓ αὖ παρακολούθημα οὐδ̓ ὕστερον, ὥσπερ οὐδ̓ ἐκεῖ, ἀλλ̓ ἐνορώμενον καὶ ἐνόντα καὶ συνόντα, ὥσπερ κἀκεῖ ὁ αἰών.