Ancient Greek · ~4 min
Book 3, ΠΕΡΙ ΑΙΩΝΟΣ ΚΑΙ ΧΡΟΝΟΥ
Plotinus, Enneades 3.10-4
Not analysed yet
τὸ δὲ παρακολούθημα λέγειν τῆς κινήσεως, τί ποτε τοῦτό ἐστιν, οὐκ ἔστι διδάσκοντος οὐδὲ εἰρηκέναι, πρὶν εἰπεῖν τί ἐστι τὸ παρακολουθοῦν: ἐκεῖνο γὰρ ἂν ἴσως εἴη ὁ χρόνος. ἐπισκεπτέον δὲ τὸ παρακολούθημα τοῦτο εἴτε ὕστερον εἴτε ἅμα εἴτε πρότερον, εἴπερ τι ἔστι τοιοῦτον παρακολούθημα: ὅπως γὰρ ἂν λέγηται, ἐν χρόνῳ λέγεται. εἰ τοῦτο, ἔσται ὁ χρόνος παρακολούθημα κινήσεως ἐν χρόνῳ. ἀλλ̓ ἐπειδὴ οὐ τί μή ἐστι ζητοῦμεν, ἀλλὰ τί ἐστιν, εἴρηταί τε πολλὰ πολλοῖς τοῖς πρὸ ἡμῶν καθ̓ ἑκάστην θέσιν, ἃ εἴ τις διεξίοι, ἱστορίαν μᾶλλον ἂν ποιοῖτο, ὅσον τε ἐξ ἐπιδρομῆς εἴρηταί τι περὶ αὐτῶν, ἔστι δὲ καὶ πρὸς τὸν λέγοντα μέτρον κινήσεως τοῦ παντὸς ἐκ τῶν ἤδη εἰρημένων ἀντιλέγειν τά τε ἄλλα ὅσα νῦν περὶ μέτρου κινήσεως εἴρηται —χωρὶς γὰρ τῆς ἀνωμαλίας πάντα τὰ ἄλλα καὶ πρὸς αὐτοὺς ἁρμόσει —εἴη ἂν ἀκόλουθον εἰπεῖν, τί ποτε δεῖ νομίζειν τὸν χρόνον εἶναι.