Ancient Greek · ~9 min
Book 3, ΠΕΡΙ ΤΗΣ ΑΠΑΘΕΙΑΣ ΤΩΝ ΑΣΩΜΑΤΩΝ.
Plotinus, Enneades 3.17
Not analysed yet
οὐδ̓ αὖ μέγεθος αὐτὸ ἔσται. εἶδος γὰρ τὸ μέγεθος, ἀλλ̓ οὐ δεκτικόν: καὶ καθ̓ αὑτὸ δὲ τὸ μέγεθος, οὐχ οὕτω μέγεθος. ἀλλ ἐπεὶ βούλεται ἐν νῷ ἢ ἐν ψυχῇ κείμενον μέγα εἶναι, ἔδωκε τοῖς οἷον ἐθέλουσι μιμεῖσθαι ἐφέσει αὐτοῦ ἢ κινήσει τῇ πρὸς αὐτὸ τὸ αὑτῶν πάθος ἐνσημήνασθαι εἰς ἄλλο. τὸ οὖν μέγα ἐν προόδῳ φαντάσεως θέον εἰς αὐτὸ δὴ τοῦτο τὸ μέγα συνθεῖν ποιῆσαν τὸ μὴ μέγα τῆς ὕλης πεποίηκεν αὐτὸ τῇ παρατάσει οὐ πληρούμενον δοκεῖν εἶναι μέγα. τὸ γὰρ ψευδῶς μέγα τοῦτό ἐστιν. ὅταν τῷ μὴ ἔχειν τὸ μέγα εἶναι ἐκτεινόμενον πρὸς ἐκεῖνο παραταθῇ τῇ ἐκτάσει. ποιούντων γὰρ πάντων ὄντων εἰς τὰ ἄλλα τὴν αὑτῶν ἐνόπτρισιν ἕκαστόν τε τῶν ποιούντων ὡς αὐτὸ ἦν μέγα, τό τε πᾶν ἦν ἐκείνως μέγα. συνῄει οὖν τὸ ἑκάστου λόγου μέγα, οἷον ἵππου καὶ ὁτουοῦν ἄλλου, καὶ τὸ μέγα αὐτό: καὶ ἐγίνετο πᾶσα μὲν μέγα πρὸς αὐτὸ μέγα ἐλλαμπομένη καὶ ἑκάστη δὲ μοῖρα μέγα τι καὶ ὁμοῦ πάντα ἐφαίνετο ἐκ παντὸς τοῦ εἴδους, οὗ τὸ μέγα, καὶ ἐξ ἑκάστου, καὶ οἷον παρετέτατο καὶ πρὸς πᾶν καὶ πάντα ἐν εἴδει τούτῳ ἀναγκασθεῖσα εἶναι καὶ ἐν ὄγκῳ, ὅσον ἡ δύναμις πεποίηκε τὸ μηδὲν ὂν αὐτὸ πάντα εἶναι: οἷον αὐτῷ τῷ φαίνεσθαι καὶ τὸ χρῶμα τὸ ἐξ οὐ χρώματος καὶ ἡ ποιότης ἡ ἐνταῦθα ἡ ἐξ οὐ ποιότητος ἔσχε τὴν ὁμωνυμίαν τὴν ἀπ̓ ἐκείνων, καὶ τὸ μέγεθος ἐξ οὐ μεγέθους ἢ ὁμωνύμου μεταξὺ θεωρουμένων ἐκείνων καὶ αὐτῆς τῆς ὕλης καὶ τοῦ εἴδους αὐτοῦ. καὶ φαίνεται μέν, ὅτι ἐκεῖθεν, ψεύδεται δέ, ὅτι οὐκ ἔστι τὸ ἐν ᾧ φαίνεται. μεγεθύνεται δὴ ἕκαστα ἑλκόμενα τῇ δυνάμει τῶν ἐνορωμένων καὶ χώραν ἑαυτοῖς ποιούντων, ἕλκεται δὲ ἐπὶ πάντα οὐ βίᾳ τῷ ὕλη τὸ πᾶν εἶναι. ἕλκει δὲ ἕκαστον κατὰ τὴν αὑτοῦ δύναμιν ἣν ἔχει: ἔχει δὲ ἐκεῖθεν. καὶ τὸ μὲν ποιοῦν μέγα τὴν ὕλην ὡς δοκεῖν ἀπὸ τῆς ἐμφαντάσεως τοῦ μέγα καὶ τοῦτό ἐστι τὸ ἐμφαντασθέν, τὸ ἐνταῦθα μέγα: ἡ δὲ ὕλη, ἐφ̓ ἧς ἀναγκάζεται συνθεῖν, ὁμοῦ πᾶσα καὶ πανταχοῦ παρέχει ἑαυτήν: ὕλη γάρ ἐστι καὶ τούτου καὶ οὐ τουτί: ὃ δὲ μή ἐστί τι παῤ αὑτοῦ, δύναται γενέσθαι καὶ τὸ ἐναντίον δἰ ἄλλο καὶ γενόμενον τὸ ἐναντίον οὐδ̓ ἐκεῖνό ἐστιν: ἔστη γὰρ ἄν.