Ancient Greek · ~11 min
Book 3, ΠΕΡΙ ΤΗΣ ΑΠΑΘΕΙΑΣ ΤΩΝ ΑΣΩΜΑΤΩΝ.
Plotinus, Enneades 3.18-2
Not analysed yet
ὁ τοίνυν νόησιν μεγάλου ἔχων, εἰ αὐτοῦ ἡ νόησις δύναμιν ἔχοι μὴ μόνον ἐν αὑτῇ εἶναι, ἀλλὰ καὶ οἷον πρὸς τὸ ἔξω ὑπὸ δυνάμεως φέροιτο, λάβοι ἂν φύσιν οὐκ οὖσαν ἐν τῷ νοοῦντι, οὐδέ τι ἔχουσαν εἶδος οὐδέ τι ἴχνος τοῦ μεγάλου, ἀλλ̓ οὐδὲ οὐδενός του ἄλλου. τί ἂν ποιήσειε ταύτῃ τῇ δυνάμει; οὐχ ἵππον, οὐ βοῦν: ταῦτα γὰρ ἄλλοι ποιήσουσιν. ἤ, ἐπειδὴ παρὰ μεγάλου πατρὸς ἔρχεται, οὐ δύναται τὸ ἄλλο χωρῆσαι μέγα, τοῦτο δὲ ἕξει ἐμφανταζόμενον. τῷ δὴ μὴ οὕτως εὐτυχήσαντι τοῦ μεγάλου ὡς αὐτὸ μέγα εἶναι ἐν τοῖς αὑτοῦ καθ̓ ὅσον οἷόν τε μεγάλῳ φαίνεσθαι λεῖπόν ἐστι. τοῦτο δέ ἐστι μὴ ἐλλείπειν καὶ τὸ μὴ ἐπὶ πολλὰ πολλαχοῦ καὶ ἐν αὑτῷ συγγενῆ ἔχειν τὰ μέρη καὶ ἀπολείπεσθαι μηδενός. οὐ δὴ γὰρ ἠνείχετο ἐν σμικρῷ ὄγκῳ ἴσον ἔτι τὸ τοῦ μεγάλου εἴδωλον εἶναι μεγάλου ὄν, ἀλλ̓ ὅσον ἐφίετο τῆς ἐλπίδος ἐκείνου προσῆλθεν ὅσον οἷόν τε ἦν αὐτῷ μετὰ τοῦ συνθέοντος αὐτῷ ἀπολειφθῆναι οὐ δυναμένου καὶ πεποίηκε μέγα τε ἐκεῖνο τὸ μὴ μέγα μηδ̓ οὕτω δόξαν καὶ τὸ ὁρώμενον ἐν ὄγκῳ μέγα. ἡ δ̓ ὅμως φυλάττει τὴν αὑτῆς φύσιν ἀποχρωμένη τούτῳ τῷ μεγάλῳ οἷον ἀμφιέσματι, ὃ συνδραμοῦσα αὐτῷ ὅτε θέον αὐτὴν ἦγεν ἀμπέσχετο: ὃ εἰ ὁ ἀμφιέσας ἀφέλοιτο, μένει πάλιν ἡ αὐτή, οἵαπερ παῤ αὑτῆς ἦν, ἢ τοσαύτη, ὅσον ἂν τὸ παρὸν εἶδος αὐτὴν ποιῇ. ἡ μὲν γὰρ ψυχὴ τὰ τῶν ὄντων εἴδη ἔχουσα εἶδος οὖσα καὶ αὐτὴ ὁμοῦ πάντα ἔχει καὶ τοῦ εἴδους ἑκάστου ὁμοῦ ὄντος αὑτῷ τά τε τῶν αἰσθητῶν εἴδη οἷον ἀναστρέφοντα πρὸς αὑτὴν καὶ προσιόντα ὁρῶσα οὐκ ἀνέχεται μετὰ πλήθους δέχεσθαι, ἀλλ̓ ἀποθέμενα τὸν ὄγκον ὁρᾷ: οὐ γὰρ δύναται ἄλλο τι ἢ ὃ ἔστι γενέσθαι. ἡ δὲ ὕλη οὐδὲν ἔχουσα τὸ ἀντικόπτον, οὐ γὰρ ἔχει ἐνέργειαν, οὖσα δὲ σκιά, ἀναμένει παθεῖν ὅ τι ἂν ἐθέλῃ τὸ ποιῆσον. τό τε οὖν προιὸν ἐκ τοῦ ἐκεῖ λόγου ἤδη ἴχνος ἔχει τοῦ μέλλοντος γενήσεσθαι: οἷον γὰρ ἐν φαντασίᾳ εἰκονικῇ κινούμενος ὁ λόγος ἢ ἡ κίνησις ἡ ἀπὸ τούτου μερισμός ἐστιν: ἤ, εἰ ταὐτὸν εἴη ἕν, οὐδὲ ἐκινήθη, ἀλλὰ μένει: ἥ τε ὕλη πάντα ὁμοῦ ὥσπερ ἡ ψυχὴ οὐ δύναται εἰσοικίσασθαι: ἢ ἦν ἄν τι ἐκείνων: αὐτήν τε αὖ δεῖ τὰ πάντα δέξασθαι, μὴ ἀμερῶς δὲ δέξασθαι. δεῖ τοίνυν πᾶσι τόπον οὖσαν ἐπὶ πάντα αὐτὴν ἐλθεῖν καὶ πᾶσιν ἀπαντῆσαι καὶ πρὸς πᾶν διάστημα ἀρκέσαι, ὅτι μὴ κατείληπται διαστήματι αὐτή, ἀλλ̓ ἦν ἐκκειμένη τῷ μέλλοντι. πῶς οὖν οὐκ εἰσελθὸν ἕν τι ἐκώλυσε τὰ ἄλλα, ἃ οὐχ οἷόν τε ἦν ἐπ’ ἀλλήλοις εἶναι; ἢ οὐκ ἦν οὐδὲν πρῶτον: εἰ δ̓ ἄρα, τὸ τοῦ παντὸς εἶδος: ὥστε πάντα μὲν ἅμα, ἐν μέρει δὲ ἕκαστον: ζῴου γὰρ ὕλη μερισθεῖσα σὺν τῷ τοῦ ζῴου μερισμῷ: εἰ δὲ μή, οὐκ ἂν ἐγένετό τι παρὰ τὸν λόγον.