Ancient Greek · ~7 min
Book 3, ΠΕΡΙ ΤΟΥ ΕΙΛΗΧΟΤΟΣ ΗΜΑΣ ΔΑΙΜΟΝΟΣ.
Plotinus, Enneades 3.5-2
Not analysed yet
ἀλλ̓ εἰ ἐκεῖ αἱρεῖται τὸν δαίμονα καὶ τὸν βίον, πῶς ἔτι τινὸς κύριοι; ἢ καὶ ἡ αἵρεσις ἐκεῖ ἡ λεγομένη τὴν τῆς ψυχῆς προαίρεσιν καὶ διάθεσιν καθόλου καὶ πανταχοῦ αἰνίττεται. ἀλλ̓ εἰ ἡ προαίρεσις τῆς ψυχῆς κυρία καὶ τοῦτο κρατεῖ, ὃ ἂν πρόχειρον ἔχῃ μέρος ἐκ τῶν προβεβιωμένων, οὐκέτι τὸ σῶμα αἴτιον οὐδενὸς κακοῦ αὐτῇ: εἰ γὰρ προτερεῖ τὸ τῆς ψυχῆς ἦθος τοῦ σώματος καὶ τοῦτο ἔχει, ὃ εἵλετο, καὶ ʽτὸν δαίμονἀ, φησίν, ʽοὐκ ἀλλάττεταἰ, οὔτε ὁ σπουδαῖος ἐνταῦθα γίνεται οὔτε ὁ φαῦλος. ἆῤ οὖν δυνάμει ἔστιν ἑκάτερος, ἐνεργείᾳ δὲ γίνεται; τί οὖν, εἰ φαύλου σώματος ὁ τὸ ἦθος σπουδαῖος τύχοι, ὁ δὲ τἀναντία; ἢ δύναται μᾶλλον καὶ ἧττον τὰ τῆς ψυχῆς ἑκατέρας ἑκάτερα τὰ σώματα παρέχεσθαι, ἐπεὶ καὶ αἱ ἄλλαι ἔξωθεν τύχαι τὴν ὅλην προαίρεσιν οὐκ ἐκβιβάζουσιν. ὅταν δὲ λέγηται, ὡς πρῶτον οἱ κλῆροι, εἶτα τὰ τῶν βίων παραδείγματα, ἔπειτα τὰ ἐν ταῖς τύχαις, καὶ ὡς ἐκ τῶν παρόντων τοὺς βίους κατὰ τὰ ἤθη ,τὸ κύριον μᾶλλον δίδωσι ταῖς ψυχαῖς διατιθείσαις τὰ δοθέντα πρὸς τὰ αὑτῶν ἤθη. ὅτι γὰρ ὁ δαίμων οὗτος οὐ παντάπασιν ἔξω, ἀλλ̓ οὕτως, ὡς μὴ συνδεδεμένος οὐδ̓ ἐνεργῶν, ἡμέτερος δὲ ὡς ψυχῆς πέρι εἰπεῖν, οὐχ ἡμέτερος δέ, ὡς ἄνθρωποι τοιοίδε τὴν ὑπ’ αὐτὸν ζωὴν ἔχοντες, μαρτυρεῖ τὰ ἐν τῷ Τιμαίῳ: ἃ εἰ μὲν οὕτω ληφθείη, οὐδεμίαν ἕξει μάχην σχόντα ἄν τινα ἀσυμφωνίαν, εἰ ἄλλως ὁ δαίμων ληφθείη. τὸ δὲ ʽἀποπληρωτὴν ὧν τις εἵλετὀ καὶ αὐτὸ σύμφωνον. οὔτε γὰρ πολὺ κατωτέρω ἐᾷ ἐλθεῖν εἰς τὸ χεῖρον ὑπερκαθήμενος, ἀλλ̓ ἐκεῖνο ἐνεργεῖ μόνον τὸ ὑπ’ αὐτόν, οὔτε ὑπεράνω αὑτοῦ οὔτε εἰς ἴσον: οὐ γὰρ δύναται ἄλλο γενέσθαι ἢ ᾗ ἔστιν.