Ancient Greek · ~3 min
Book 3, ΠΕΡΙ ΤΟΥ ΕΙΛΗΧΟΤΟΣ ΗΜΑΣ ΔΑΙΜΟΝΟΣ.
Plotinus, Enneades 3.4-3
Not analysed yet
ἆῤ οὖν ἀεὶ ἐν σώματι τοῦτο; ἢ οὔ: ἐὰν γὰρ στραφῶμεν συνεπιστρέφεται καὶ τοῦτο. τί οὖν ἡ τοῦ παντός; ἀποστήσεται καὶ τὸ αὐτῆς μέρος στραφείσης; ἢ οὐδὲ συνένευσε τῷ μέρει αὑτῆς τῷ ἐσχάτῳ: οὐδὲ γὰρ ἦλθεν οὐδὲ κατῆλθεν, ἀλλὰ μενούσης προσάπτεται τὸ σῶμα τοῦ κόσμου καὶ οἷον καταλάμπεται οὐκ ἐνοχλοῦν οὐδὲ παρέχον μερίμνας ἐν ἀσφαλεῖ τοῦ κόσμου κειμένου. τί οὖν; οὐκ αἰσθάνεταί τινα αἴσθησιν; ʽὅρασιν οὐκ ἔχεἰ, φησίν, ὅτι μηδὲ ὀφθαλμούς: οὐδὲ ὦτα οὐδὲ ῥῖνας δηλονότι οὐδὲ γλῶτταν. τί οὖν; συναίσθησιν ὥσπερ ἡμεῖς τῶν ἐντὸς ἡμῶν; ἢ ὁμοίως κατὰ φύσιν ἐχόντων ἠρέμησις. οὐδὲ ἡδονή. πάρεστιν οὖν καὶ τὸ φυτικὸν οὐ παρὸν καὶ τὸ αἰσθητικὸν ὡσαύτως. ἀλλὰ περὶ μὲν τοῦ κόσμου ἐν ἄλλοις: νῦν δὲ ὅσον ἐφήπτετο ἡ ἀπορία αὐτοῦ εἴρηται.