Ancient Greek · ~8 min
Book 3, ΠΕΡΙ ΦΥΣΕΩΣ ΚΑΙ ΘΕΩΡΙΑΣ ΚΑΙ ΤΟΥ ΕΝΟΣ.
Plotinus, Enneades 3.5-6
Not analysed yet
ἀλλὰ περὶ μὲν φύσεως εἰπόντες ὃν τρόπον θεωρία ἡ γέννησις, ἐπὶ τὴν ψυχὴν τὴν πρὸ ταύτης ἐλθόντες λέγωμεν, ὡς ἡ ταύτης θεωρία καὶ τὸ φιλομαθὲς καὶ τὸ ζητητικὸν καὶ ἡ ἐξ ὧν ἐγνώκει ὠδὶς καὶ τὸ πλῆρες πεποίηκεν αὐτὴν θεώρημα πᾶν γενομένην ἄλλο θεώρημα ποιῆσαι: οἷον ἡ τέχνη ποιεῖ, ὅταν ἑκάστη πλήρης ᾖ, ἄλλην οἵαν μικρὰν τέχνην ἐν παιδίῳ ἴνδαλμα ἔχοντι ἁπάντων: ἄλλως μέντοι ταῦτα ὥσπερ ἀμυδρὰ καὶ οὐ δυνάμενα βοηθεῖν ἑαυτοῖς θεάματα καὶ θεωρήματα. τὸ πρῶτον οὖν αὐτῆς ἄνω πρὸς τοῦ ἄνω ἀεὶ πληρούμενον καὶ ἐλλαμπόμενον μένει ἐκεῖ, τὸ δὲ τῇ τοῦ μεταλαβόντος πρώτῃ μεταλήψει μεταλαμβάνον πρόεισιν ἀεὶ ζωὴ ἐκ ζωῆς: ἐνέργεια γὰρ πανταχοῦ φθάνει καὶ οὐκ ἔστιν ὅτου ἀποστατεῖ. προιοῦσα μέντοι ἐᾷ τὸ ἑαυτῆς πρόσθεν μέρος οὗ καταλέλοιπε μένειν: ἀπολιποῦσα γὰρ τὸ πρόσθεν οὐκέτι ἔσται πανταχοῦ, ἀλλ̓ ἐν ᾧ τελευτᾷ μόνον. οὐκ ἴσον δὲ τὸ προιὸν τῷ μείναντι. εἰ οὖν πανταχοῦ δεῖ γίνεσθαι καὶ μὴ εἶναι ὅπου μὴ τὴν ἐνέργειαν τὴν αὐτῆς ἀεί τε τὸ πρότερον ἕτερον τοῦ ὑστέρου, ἥκει δὲ ἡ ἐνέργεια ἐκ θεωρίας ἢ πράξεως, πρᾶξις δὲ οὔπω ἦν —οὐ γὰρ οἷόν τε πρὸ θεωρίας —ἀνάγκη ἀσθενεστέραν μὲν ἑτέραν ἑτέρας εἶναι, πᾶσαν δὲ θεωρίαν: ὥστε τὴν κατὰ τὴν θεωρίαν πρᾶξιν δοκοῦσαν εἶναι τὴν ἀσθενεστάτην θεωρίαν εἶναι: ὁμογενὲς γὰρ ἀεὶ δεῖ τὸ γεννώμενον εἶναι, ἀσθενέστερον μὴν τῷ ἐξίτηλον καταβαῖνον γίνεσθαι. ἀψοφητὶ μὲν δὴ πάντα, ὅτι μηδὲν ἐμφανοῦς καὶ τῆς ἔξωθεν θεωρίας ἢ πράξεως δεῖται, καὶ ψυχὴ δὲ ἡ θεωροῦσα καὶ τὸ οὕτως θεωρῆσαν ἅτε ἐξωτέρω καὶ οὐχ ὡσαύτως τῷ πρὸ αὐτῆς τὸ μετ̓ αὐτὴν ποιεῖ καὶ θεωρία τὴν θεωρίαν ποιεῖ. καὶ γὰρ οὐκ ἔχει πέρας ἡ θεωρία οὐδὲ τὸ θεώρημα. διὰ τοῦτο δὲ πανταχοῦ. ποῦ γὰρ οὐχί; ἐπεὶ καὶ ἐν πάσῃ ψυχῇ τὸ αὐτό. οὐ γὰρ περιγέγραπται μεγέθει. οὐ μὴν ὡσαύτως ἐν πᾶσιν, ὥστε οὐδὲ ἐν παντὶ μέρει ψυχῆς ὁμοίως. διὸ ὁ ἡνίοχος τοῖς ἵπποις δίδωσιν ὃ εἶδεν, οἱ δὲ λαβόντες δῆλον ὅτι ὀρέγοιντο ἂν ὧν εἶδεν: ἔλαβον γὰρ οὐ πᾶν. ὀρεγόμενοι δὲ εἰ πράττοιεν, οὗ ὀρέγονται ἕνεκα πράττουσιν. ἦν δὲ θεώρημα καὶ θεωρία ἐκεῖνο.