Ancient Greek · ~9 min
Book 3, ΠΕΡΙ ΦΥΣΕΩΣ ΚΑΙ ΘΕΩΡΙΑΣ ΚΑΙ ΤΟΥ ΕΝΟΣ.
Plotinus, Enneades 3.6-5
Not analysed yet
ἡ ἄρα πρᾶξις ἕνεκα θεωρίας καὶ θεωρήματος: ὥστε καὶ τοῖς πράττουσιν ἡ θεωρία τέλος, καὶ οἷον ἐξ εὐθείας ὃ μὴ ἠδυνήθησαν λαβεῖν τοῦτο περιπλανώμενοι ἑλεῖν ζητοῦσι. καὶ γὰρ αὖ ὅταν τύχωσιν οὗ βούλονται, ὃ γενέσθαι ἠθέλησαν, οὐχ ἵνα μὴ γνῶσιν, ἀλλ̓ ἵνα γνῶσι καὶ παρὸν ἴδωσιν ἐν ψυχῇ, δῆλον ὅτι κείμενον θεατόν. ἐπεὶ καὶ ἀγαθοῦ χάριν πράττουσι: τοῦτο δὲ οὐχ ἵνα ἔξω αὐτῶν, οὐδ̓ ἵνα μὴ ἔχωσιν, ἀλλ̓ ἵνα ἔχωσι τὸ ἐκ τῆς πράξεως ἀγαθόν. τοῦτο δὲ ποῦ; ἐν ψυχῇ. ἀνέκαμψεν οὖν πάλιν ἡ πρᾶξις εἰς θεωρίαν: ὃ γὰρ ἐν ψυχῇ λαμβάνει λόγῳ οὔσῃ, τί ἂν ἄλλο ἢ λόγος σιωπῶν εἴη; καὶ μᾶλλον, ὅσῳ μᾶλλον. τότε γὰρ καὶ ἡσυχίαν ἄγει καὶ οὐδὲν ζητεῖ ὡς πληρωθεῖσα, καὶ ἡ θεωρία ἡ ἐν τῷ τοιούτῳ τῷ πιστεύειν ἔχειν εἴσω κεῖται. καὶ ὅσῳ ἐναργεστέρα ἡ πίστις, ἡσυχαιτέρα καὶ ἡ θεωρία, ᾗ μᾶλλον εἰς ἓν ἄγει, καὶ τὸ γινῶσκον ὅσῳ γινώσκει —ἤδη γὰρ σπουδαστέον —εἰς ἓν τῷ γνωσθέντι ἔρχεται. εἰ γὰρ δύο, τὸ μὲν ἄλλο, τὸ δὲ ἄλλο ἔσται: ὥστε οἷον παράκειται καὶ τὸ διπλοῦν τοῦτο οὔπω ᾠκείωται, οἷον ὅταν ἐνόντες λόγοι ἐν ψυχῇ μηδὲν ποιῶσι. διὸ δεῖ μὴ ἔξωθεν τὸν λόγον εἶναι, ἀλλ̓ ἑνωθῆναι τῇ ψυχῇ τοῦ μανθάνοντος, ἕως ἂν οἰκεῖον εὕρῃ. ἡ μὲν οὖν ψυχή, ὅταν οἰκειωθῇ καὶ διατεθῇ ὁμοίως, προφέρει καὶ προχειρίζεται: ὃ γὰρ πρώτως εἶχε καὶ καταμανθάνει, καὶ τῇ προχειρίσει οἷον ἑτέρα αὑτῆς γίνεται, καὶ διανοουμένη βλέπει ὡς ἄλλο ὂν ἄλλο: καίτοι καὶ αὐτὴ λόγος ἦν καὶ οἷον νοῦς, ἀλλ̓ ὁρῶν ἄλλο. ἔστι γὰρ οὐ πλήρης, ἀλλ̓ ἐλλείπει τῷ πρὸ αὐτῆς: ὁρᾷ μέντοι καὶ αὐτὴ ἡσύχως ἃ προφέρει. ἃ μὲν γὰρ προήνεγκεν, οὐκέτι προφέρει, ἃ δὲ προφέρει, τῷ ἐλλιπεῖ προφέρει εἰς ἐπίσκεψιν καταμανθάνουσα ὃ ἔχει. ἐν δὲ τοῖς πρακτικοῖς ἐφαρμόττει ἃ ἔχει τοῖς ἔξω. καὶ τῷ μὲν μᾶλλον ἔχειν ἢ ἡ φύσις ἡσυχαιτέρα, καὶ τῷ πλέον θεωρητικὴ μᾶλλον, τῷ δὲ μὴ τελέως ἐφιεμένη μᾶλλον ἔχειν τὴν τοῦ θεωρηθέντος καταμάθησιν καὶ θεωρίαν τὴν ἐξ ἐπισκέψεως. καὶ ἀπολείπουσα δὶ καὶ ἐν ἄλλοις γινομένη, εἶτ̓ ἐπανιοῦσα πάλιν, θεωρεῖ τῷ ἀπολειφθέντι αὑτῆς μέρει: ἡ δὲ στᾶσα ἐν αὑτῇ ἧττον τοῦτο ποιεῖ. διὸ ὁ σπουδαῖος λελόγισται ἤδη καὶ τὸ παῤ αὑτοῦ πρὸς ἄλλον ἀποφαίνει: πρὸς δὲ αὑτὸν ὄψις. ἤδη γὰρ οὗτος πρὸς τὸ ἓν καὶ πρὸς τὸ ἥσυχον οὐ μόνον τῶν ἔξω, ἀλλὰ καὶ πρὸς αὑτόν, καὶ πάντα εἴσω.