Ancient Greek · ~6 min
Book 3, ΠΕΡΙ ΠΡΟΝΟΙΑΣ ΠΡΩΤΟΝ.
Plotinus, Enneades 3.6-2
Not analysed yet
τὸ δὲ παῤ ἀξίαν, ὅταν ἀγαθοὶ κακὰ ἔχωσι, φαῦλοι δὲ τὰ ἐναντία, τὸ μὲν λέγειν ὡς οὐδὲν κακὸν τῷ ἀγαθῷ οὐδ̓ αὖ τῷ φαύλῳ ἀγαθὸν ὀρθῶς μὲν λέγεται: ἀλλὰ διὰ τί τὰ μὲν παρὰ φύσιν τούτῳ, τὰ δὲ κατὰ φύσιν τῷ πονηρῷ; πῶς γὰρ καλὸν νέμειν οὕτως; ἀλλ̓ εἰ τὸ κατὰ φύσιν οὐ ποιεῖ προσθήκην πρὸς τὸ εὐδαιμονεῖν, οὐδ̓ αὖ τὸ παρὰ φύσιν ἀφαιρεῖ τοῦ κακοῦ τοῦ ἐν φαύλοις, τί διαφέρει τὸ οὕτως ἢ οὕτως; ὥσπερ οὐδέ, εἰ ὁ μὲν καλὸς τὸ σῶμα, ὁ δὲ αἰσχρός. ἀλλὰ τὸ πρέπον καὶ ἀνάλογον καὶ τὸ κατ̓ ἀξίαν ἐκείνως ἂν ἦν, ὃ νῦν οὐκ ἔστι: προνοίας δὲ ἀρίστης ἐκεῖνο ἦν. καὶ μὴν καὶ τὸ δεσπότας εἶναι καὶ ἄρχοντας τῶν πόλεων τοὺς κακούς, τοὺς δὲ ἐπιεικεῖς δούλους εἶναι, οὐ πρέποντα ἦν, οὐδ̓. εἰ προσθήκην ταῦτα μὴ φέρει εἰς ἀγαθοῦ καὶ κακοῦ κτῆσιν. καίτοι καὶ τὰ ἀνομώτατα ἂν πράξειεν ἄρχων πονηρός: καὶ κρατοῦσι δὲ ἐν πολέμοις οἱ κακοὶ καὶ παντοῖα αἰσχρὰ δρῶσιν αἰχμαλώτους λαβόντες. πάντα γὰρ ταῦτα ἀπορεῖν ποιεῖ, ὅπως προνοίας οὔσης γίνεται. καὶ γὰρ εἰ πρὸς τὸ ὅλον βλέπειν δεῖ τὸν ὁτιοῦν μέλλοντα ποιεῖν, ἀλλὰ καὶ τὰ μέρη ὀρθῶς ἔχει τάττειν ἐν δέοντι αὐτῷ καὶ μάλιστα, ὅταν ἔμψυχα ᾖ καὶ ζωὴν ἔχῃ καὶ λογικὰ ᾖ, καὶ τὴν πρόνοιαν δὲ ἐπὶ πάντα φθάνειν καὶ τὸ ἔργον αὐτῆς τοῦτο εἶναι, τὸ μηδενὸς ἠμεληκέναι. εἰ οὖν φαμεν ἐκ νοῦ τόδε τὸ πᾶν ἠρτῆσθαι καὶ εἰς ἅπαντα ἐληλυθέναι τὴν δύναμιν αὐτοῦ, πειρᾶσθαι δεῖ δεικνύναι, ὅπῃ ἕκαστα τούτων καλῶς ἔχει.