Ancient Greek · ~10 min
Book 3, ΠΕΡΙ ΠΡΟΝΟΙΑΣ ΠΡΩΤΟΝ.
Plotinus, Enneades 3.7-2
Not analysed yet
πρῶτον τοίνυν ληπτέον, ὡς τὸ καλῶς ἐν τῷ μικτῷ ζητοῦντας χρὴ μὴ πάντη ἀπαιτεῖν ἀλλ̓ ὅσον τὸ καλῶς ἐν τῷ ἀμίκτῳ ἔχει, μηδ̓ ἐν δευτέροις ζητεῖν τὰ πρῶτα, ἀλλ̓ ἐπειδὴ καὶ σῶμα ἔχει, συγχωρεῖν καὶ παρὰ τούτου ἰέναι εἰς τὸ πᾶν, ἐπαινεῖν δὲ παρὰ τοῦ λόγου ὅσον ἠδύνατο δέξασθαι τὸ μῖγμα, εἰ μηδὲν τούτου ἐλλείπει: οἷον, εἴ τις ἐσκόπει τὸν ἄνθρωπον τὸν αἰσθητὸν ὅστις κάλλιστος, οὐκ ἂν δήπου τῷ ἐν νῷ ἀνθρώπῳ ἠξίωσε τὸν αὐτὸν εἶναι, ἀλλ̓ ἐκεῖνο ἀποδεδέχθαι τοῦ ποιητοῦ, εἰ ὅμως ἐν σαρξὶ καὶ νεύροις καὶ ὀστέοις ὄντα κατέλαβε τῷ λόγῳ, ὥστε καὶ ταῦτα καλλῦναι καὶ τὸν λόγον δυνηθῆναι ἐπανελθεῖν τῇ ὕλῃ. ταῦτα τοίνυν ὑποθέμενον χρὴ προιέναι τὸ ἐντεῦθεν ἐπὶ τὰ ἐπιζητούμενα: τάχα γὰρ ἂν ἐν τούτοις τὸ θαυμαστὸν ἂν εὕροιμεν τῆς προνοίας καὶ τῆς δυνάμεως, παῤ οὗ ὑπέστη τὸ πᾶν τόδε. ὅσα μὲν οὖν ἔργα ψυχῶν, ἃ δὴ ἐν αὐταῖς ἵσταται ταῖς ἐργαζομέναις τὰ χείρω, οἷον ὅσα κακαὶ ψυχαὶ ἄλλας ἔβλαψαν καὶ ὅσα ἀλλήλας αἱ κακαί, εἰ μὴ καὶ τοῦ κακὰς ὅλως αὐτὰς εἶναι τὸ προνοοῦν αἰτιῷτο, ἀπαιτεῖν λόγον οὐδὲ εὐθύνας προσήκει αἰτίαν ἑλομένῃ διδόντας: εἴρηται γὰρ ὅτι ἔδει καὶ ψυχὰς κινήσεις οἰκείας ἔχειν καὶ ὅτι οὐ ψυχαὶ μόνον, ἀλλὰ ζῷα ἤδη, καὶ δὴ καὶ οὐδὲν θαυμαστὸν οὔσας ὅ εἰσιν ἀκόλουθον βίον ἔχειν: οὐδὲ γάρ, ὅτι κόσμος ἦν, ἐληλύθασιν, ἀλλὰ πρὸ κόσμου τὸ κόσμου εἶναι εἶχον καὶ ἐπιμελεῖσθαι καὶ ὑφιστάναι καὶ διοικεῖν καὶ ποιεῖν ὅστις τρόπος, εἴτε ἐφεστῶσαι καὶ διδοῦσαί τι παῤ αὑτῶν εἴτε κατιοῦσαι εἴτε αἱ μὲν οὕτως, αἱ δ̓ οὕτως: οὐ γὰρ ἂν τὰ νῦν περὶ τούτων, ἀλλ̓ ὅτι, ὅπως πότ̓ ἂν ᾖ, τήν γε πρόνοιαν ἐπὶ τούτοις οὐ μεμπτέον. ἀλλ̓ ὅταν πρὸς τοὺς ὑπεναντίους τὴν παράθεσιν τῶν κακῶν τις θεωρῇ, πένητας ἀγαθοὺς καὶ πονηροὺς πλουσίους καὶ πλεονεκτοῦντας ἐν οἷς ἔχειν δεῖ ἀνθρώπους ὄντας τοὺς χείρους καὶ κρατοῦντας καὶ αὐτῶν καὶ τὰ ἔθνη καὶ τὰς πόλεις; ἆῤ οὖν, ὅτι μὴ μέχρι γῆς φθάνει; ἀλλὰ τῶν ἄλλων γινομένων λόγῳ μαρτύριον τοῦτο καὶ μέχρι γῆς ἰέναι: καὶ γὰρ ζῷα καὶ φυτὰ καὶ λόγου καὶ ψυχῆς καὶ ζωῆς μεταλαμβάνει. ἀλλὰ φθάνουσα οὐ κρατεῖ. ἀλλὰ ζῴου ἑνὸς ὄντος τοῦ παντὸς ὅμοιον ἂν γένοιτο, εἴ τις κεφαλὴν μὲν ἀνθρώπου καὶ πρόσωπον ὑπὸ φύσεως καὶ λόγου γίγνεσθαι λέγοι κρατοῦντος, τὸ δὲ λοιπὸν ἄλλαις ἀναθείη αἰτίαις, τύχαις ἢ ἀνάγκαις, καὶ φαῦλα διὰ τοῦτο ἢ δἰ ἀδυναμίαν φύσεως γεγονέναι. ἀλλ̓ οὔτε ὅσιον οὔτε εὐσεβὲς ἐνδόντας τὸ μὴ καλῶς ταῦτα ἔχειν καταμέμφεσθαι τῷ ποιήματι.