Ancient Greek · ~14 min
Book 3, ΠΕΡΙ ΑΙΩΝΟΣ ΚΑΙ ΧΡΟΝΟΥ
Plotinus, Enneades 3.6.1-3
Not analysed yet
ἐπειδὴ δὲ ἡ τοιαύτη φύσις οὕτω παγκάλη καὶ ἀίδιος περὶ τὸ ἓν καὶ ἀπ̓ ἐκείνου καὶ πρὸς ἐκεῖνο, οὐδὲν ἐκβαίνουσα ἀπ̓ αὐτοῦ, μένουσα δὲ ἀεὶ περὶ ἐκεῖνο καὶ ἐν ἐκείνῳ καὶ ζῶσα κατ̓ ἐκεῖνο, εἴρηταί τε, ὡς ἐγὼ οἶμαι, τοῦτο τῷ Πλάτωνι καλῶς καὶ βαθείᾳ τῇ γνώμῃ καὶ οὐκ ἄλλως, τοῦτο δὴ τὸ μένοντος αἰῶνος ἐν ἑνί: ἵνα μὴ μόνον ᾖ αὐτὸς αὑτὸν εἰς ἓν πρὸς ἑαυτὸν ἄγων, ἀλλ̓ ᾖ περὶ τὸ ἓν τοῦ ὄντος ζωὴ ὡσαύτως. τοῦτο δὴ ὃ ζητοῦμεν, καὶ τὸ οὕτω μένον αἰών ἐστι. τὸ γὰρ τοῦτο καὶ οὕτω μένον καὶ αὐτὸ τὸ μένον ὅ ἐστιν ἐνέργεια ζωῆς μενούσης παῤ αὑτῆς πρὸς ἐκεῖνο καὶ ἐν ἐκείνῳ καὶ οὔτε τὸ εἶναι οὔτε τὸ ζῆν ψευδομένη ἔχοι ἂν τὸ αἰὼν εἶναι. τὸ γὰρ ἀληθῶς εἶναί ἐστι τὸ οὐδέποτε μὴ εἶναι οὐδ̓ ἄλλως εἶναι: τοῦτο δὲ ὡσαύτως εἶναι: τοῦτο δὲ ἀδιαφόρως εἶναι. οὐκ ἔχει οὖν ὁτιοῦν ἄλλο καὶ ἄλλο, οὐδ̓ ἄρα διαστήσεις, οὐδ̓ ἐξελίξεις, οὐδὲ προάξεις, οὐδὲ παρατενεῖς, οὐδ̓ ἄρα οὔτε πρότερον αὐτοῦ οὔτε τι ὕστερον λαβεῖν ἔχεις. εἰ οὖν μήτε πρότερον μήτε ὕστερον περὶ αὐτό, τὸ δ̓ ἐστὶν ἀληθέστατον τῶν περὶ αὐτὸ καὶ αὐτό, καὶ οὕτως δέ, ὅτι ἐστὶν ὡς οὐσία ἢ τὸ ζῆν, πάλιν αὖ ἥκει ἡμῖν τοῦτο, ὃ δὴ λέγομεν, ὁ αἰών. ὅταν δὲ τὸ ἀεὶ λέγωμεν καὶ τὸ οὐ ποτὲ μὲν ὄν, ποτὲ δὲ μὴ ὄν, ἡμῖν ἕνεκα τῆς σαφηνείας δεῖ νομίζειν λέγεσθαι: ἐπεὶ τό γε ἀεὶ τάχ̓ ἂν οὐ κυρίως λεγόμενον, ἀλλὰ ληφθὲν εἰς δήλωσιν τοῦ ἀφθάρτου πλανῷ ἂν τὴν ψυχὴν εἰς ἔκβασιν τοῦ πλείονος καὶ ἔτι ὡς μὴ ἐπιλείψοντός ποτε. τὸ δὲ ἴσως βέλτιον ἦν μόνον τὸ ὂν λέγειν. ἀλλ̓ ὥσπερ τὸ ὂν ἀρκοῦν ὄνομα τῇ οὐσίᾳ, ἐπειδὴ καὶ τὴν γένεσιν οὐσίαν ἐνόμιζον, ἐδεήθησαν πρὸς τὸ μαθεῖν καὶ προσθήκης τοῦ ἀεί. οὐ γὰρ ἄλλο μέν ἐστιν ὄν, ἄλλο δὲ τὸ ἀεὶ ὄν, ὥσπερ οὐδ̓ ἄλλο μὲν φιλόσοφος, ἄλλο δὲ ὁ ἀληθινός: ἀλλ̓ ὅτι τὸ ὑποδυόμενον ἦν φιλοσοφίαν, ἡ προσθήκη τοῦ ἀληθινοῦ ἐγένετο. οὕτω καὶ τῷ ὄντι τὸ ἀεὶ καὶ τὸ ὂν τῷ ἀεί, ὥστε λέγεσθαι ἀεὶ ὄν: διὸ ληπτέον τὸ ἀεὶ οἷον ἀληθῶς ὂν λέγεσθαι καὶ συναιρετέον τὸ ἀεὶ εἰς ἀδιάστατον δύναμιν τὴν οὐδὲν δεομένην οὐδενὸς μεθ̓ ὃ ἤδη ἔχει: ἔχει δὲ τὸ πᾶν. πᾶν οὖν ὂν καὶ κατὰ πᾶν οὐκ ἐνδεὲς καὶ οὐ ταύτῃ μὲν πλῆρες, ἄλλῃ δὲ ἐλλεῖπον ἡ τοιαύτη φύσις. τὸ γὰρ ἐν χρόνῳ, κἂν τέλειον ᾖ, ὡς δοκεῖν, οἷον σῶμά τι ἱκανὸν ψυχῇ τέλειον, δεόμενον καὶ τοῦ ἔπειτα, ἐλλεῖπον τῷ χρόνῳ, οὗ δεῖται: ὥστε σὺν ἐκείνῳ, εἰ παρείη αὐτῷ καὶ συνθέοι, ὂν ἀτελὲς ταύτῃ ὂν ὁμωνύμως ἂν τέλειον λέγοιτο. ὅτῳ δὲ ὑπάρχει μηδὲ τοῦ ἔπειτα δεῖσθαι μήτε εἰς χρόνον ἄλλον μεμετρημένον μήτε τὸν ἄπειρον καὶ ἀπείρως ἐσόμενον, ἀλλ̓ ὅπερ δεῖ εἶναι, τοῦτο ἔχειν, τοῦτό ἐστιν οὗ ἡ ἔννοια ἐπορέγεται, ᾧ τὸ εἶναι οὐκ ἐκ τοῦ τοσοῦδε, ἀλλὰ πρὸ τοῦ τοσοῦδε. ἔπρεπε γὰρ αὐτῷ μηδὲ τοσῷδε ὄντι πάντη μηδενὸς ἐφάπτεσθαι τοσοῦδε, ἵνα μὴ ἡ ζωὴ αυτοῦ μερισθεῖσα τὸ καθαρῶς ἀμερὲς αὐτοῦ ἀνέλῃ, ἀλλ̓ ᾖ καὶ τῇ ζωῇ ἀμερὲς καὶ τῇ οὐσίᾳ. τὸ δ̓ ʽἀγαθὸς ἦν̓ ἀναφέρει εἰς ἔννοιαν τοῦ παντὸς σημαῖνον τῷ ἐπέκεινα παντὸς τὸ μὴ ἀπὸ χρόνου τινός: ὥστε μηδὲ τὸν κόσμον ἀρχήν τινα χρονικὴν εἰληφέναι τῆς αἰτίας τοῦ εἶναι αὐτῷ τὸ πρότερον παρεχούσης. ἀλλ̓ ὅμως δηλώσεως χάριν τοῦτο εἰπὼν μέμφεται ὕστερον καὶ τούτῳ τῷ ὀνόματι ὡς οὐδ̓ αὐτοῦ ὀρθῶς πάντη λεγομένου ἐπὶ τῶν τὸν λεγόμενον καὶ νοούμενον αἰῶνα εἰληχότων.