Ancient Greek · ~6 min
Book 3, ΠΕΡΙ ΑΙΩΝΟΣ ΚΑΙ ΧΡΟΝΟΥ
Plotinus, Enneades 3.7-5
Not analysed yet
ταῦτα οὖν λέγοντες ἆρά γε μαρτυροῦντες ἑτέροις καὶ ὡς περὶ ἀλλοτρίων τοὺς λόγους ποιούμεθα; καὶ πῶς; τίς γὰρ ἂν σύνεσις γένοιτο μὴ ἐφαπτομένοις; πῶς δ̓ ἂν ἐφαψαίμεθα τοῖς ἀλλοτρίοις; δεῖ ἄρα καὶ ἡμῖν μετεῖναι τοῦ αἰῶνος. ἀλλ̓ ἐν χρόνῳ οὖσι πῶς; ἀλλὰ πῶς ἐν χρόνῳ καὶ πῶς ἐν αἰῶνι ἔστιν εἶναι, γνωσθείη ἂν εὑρεθέντος πρότερον τοῦ χρόνου. καὶ τοίνυν καταβατέον ἡμῖν ἐξ αἰῶνος ἐπὶ τὴν ζήτησιν τοῦ χρόνου καὶ τὸν χρόνον: ἐκεῖ μὲν γὰρ ἦν ἡ πορεία πρὸς τὸ ἄνω, νῦν δὲ λέγωμεν ἤδη οὐ πάνυ καταβάντες, ἀλλ̓ οὕτως, ὥσπερ κατέβη χρόνος. εἰ μὲν περὶ χρόνου εἰρημένον μηδὲν ἦν τοῖς παλαιοῖς καὶ μακαρίοις ἀνδράσιν, ἐχρῆν τῷ αἰῶνι ἐξ ἀρχῆς συνείραντας τὸ ἐφεξῆς λέγειν τὰ δοκοῦντα περὶ αὐτοῦ πειρωμένους τῇ ἐννοίᾳ αὐτοῦ ἣν κεκτήμεθα ἐφαρμόζειν τὴν λεγομένην ὑφ̓ ἡμῶν δόξαν: νῦν δὲ ἀναγκαῖον πρότερον λαβεῖν τὰ μάλιστα ἀξίως λόγου εἰρημένα σκοποῦντας, εἴ τινι αὐτῶν συμφώνως ὁ παῤ ἡμῶν ἕξει λόγος. τριχῇ δ̓ ἴσως διαιρετέον τοὺς λεγομένους περὶ αὐτοῦ λόγους τὴν πρώτην. ἢ γὰρ κίνησις ἡ λεγομένη, ἢ τὸ κινούμενον λέγοιεν ἄν, ἢ κινήσεώς τι τὸν χρόνον: τὸ γὰρ στάσιν ἢ τὸ ἑστηκὸς ἢ στάσεώς τι λέγειν παντάπασι πόρρω τῆς ἐννοίας ἂν εἴη τοῦ χρόνου οὐδαμῇ τοῦ αὐτοῦ ὄντος. τῶν δὲ κίνησιν λεγόντων οἱ μὲν κίνησιν ἂν πᾶσαν λέγοιεν, οἱ δὲ τὴν τοῦ παντός: οἱ δὲ τὸ κινούμενον λέγοντες τὴν τοῦ παντὸς ἂν σφαῖραν λέγοιεν: οἱ δὲ κινήσεώς τι ἢ διάστημα κινήσεως, οἱ δὲ μέτρον, οἱ δ̓ ὅλως παρακολουθοῦν αὐτῇ: καὶ ἢ πάσης ἢ τῆς τεταγμένης.