Ancient Greek · ~6 min
Book 4, ΠΕΡΙ ΑΘΑΝΑΣΙΑΣ ΨΥΧΗΣ.
Plotinus, Enneades 4.1-6
Not analysed yet
Εἰ δέ ἐστιν ἀθάνατος ἕκαστος ἡμῶν, ἢ φθείρεται πᾶς, ἢ τὰ μὲν αὐτοῦ ἄπεισιν εἰς σκέδασιν καὶ φθοράν, τὰ δὲ μένει εἰς ἀεί, ἅπερ ἐστὶν αὐτός, ὧδ̓ ἄν τις μάθοι κατὰ φύσιν ἐπισκοπούμενος. ἁπλοῦν μὲν δή τι οὐκ ἂν εἴη ἄνθρωπος, ἀλλ̓ ἔστιν ἐν αὐτῷ ψυχή, ἔχει δὲ καὶ σῶμα εἴτ̓ οὖν ὄργανον ὂν ἡμῖν, εἴτ̓ οὖν ἕτερον τρόπον προσηρτημένον. ἀλλ̓ οὖν διῃρήσθω γε ταύτῃ, καὶ ἑκατέρου τὴν φύσιν τε καὶ οὐσίαν καταθεατέον. τὸ μὲν δὴ σῶμα καὶ αὐτὸ συγκείμενον οὔτε παρὰ τοῦ λόγου δύναται μένειν, ἥ τε αἴσθησις ὁρᾷ λυόμενόν τε καὶ τηκόμενον καὶ παντοίους ὀλέθρους δεχόμενον, ἑκάστου γε τῶν ἐνόντων πρὸς τὸ αὑτοῦ φερομένου, φθείροντός τε ἄλλου ἕτερον καὶ μεταβάλλοντος εἰς ἄλλο καὶ ἀπολλύντος, καὶ μάλιστα ὅταν ψυχὴ ἡ φίλα ποιοῦσα μὴ παρῇ τοῖς ὄγκοις. κἂν μονωθῇ δὲ ἕκαστον γινόμενον, ἓν οὐκ ἔστι, λύσιν δεχόμενον εἴς τε μορφὴν καὶ ὕλην, ἐξ ὧν ἀνάγκη καὶ τὰ ἁπλᾶ τῶν σωμάτων τὰς συστάσεις ἔχειν. καὶ μὴν καὶ μέγεθος ἔχοντα, ἅτε σώματα ὄντα, τεμνόμενά τε καὶ εἰς μικρὰ θραυόμενα καὶ ταύτῃ φθορὰν ἂν ὑπομένοι. ὥστ̓ εἰ μὲν μέρος ἡμῶν τοῦτο, οὐ τὸ πᾶν ἀθάνατοι, εἰ δὲ ὄργανον, ἔδει γε αὐτὸ εἰς χρόνον τινὰ δοθὲν τοιοῦτον τὴν φύσιν εἶναι. τὸ δὲ κυριώτατον καὶ αὐτὸς ὁ ἄνθρωπος εἴη ἂν ἢ κατὰ τὸ εἶδος ὡς πρὸς ὕλην ʽτὸ σῶμἀ, ἢ κατὰ τὸ χρώμενον ὡς πρὸς ὄργανον. ἑκατέρως δὲ ἡ ψυχὴ αὐτός.