Ancient Greek · ~6 min
Book 4, ΠΕΡΙ ΑΘΑΝΑΣΙΑΣ ΨΥΧΗΣ.
Plotinus, Enneades 4.2-3
Not analysed yet
τοῦτο οὖν τίνα φύσιν ἔχει; ἢ σῶμα μὲν ὂν πάντως ἀναλυτόν: σύνθετον γὰρ πᾶν γε σῶμα. εἰ δὲ μὴ σῶμα εἴη, ἀλλὰ φύσεως ἄλλης, κἀκείνην ἢ τὸν αὐτὸν τρόπον, ἢ κατ̓ ἄλλον σκεπτέον. πρῶτον δὲ σκεπτέον, εἰς ὅ τι δεῖ τοῦτο τὸ σῶμα, ὃ λέγουσι ψυχήν, ἀναλύειν. ἐπεὶ γὰρ ζωὴ ψυχῇ πάρεστιν ἐξ ἀνάγκης, ἀνάγκη τοῦτο τὸ σῶμα, τὴν ψυχήν, εἰ μὲν ἐκ δύο σωμάτων ἢ πλειόνων εἴη, ἤτοι ἑκάτερον αὐτῶν, ἢ ἕκαστον ζωὴν σύμφυτον ἔχειν, ἢ τὸ μὲν ἔχειν, τὸ δὲ μή, ἢ μηδέτερον ἔχειν. εἰ μὲν δὴ ἑνὶ αὐτῶν προσείη τὸ ζῆν, αὐτὸ τοῦτο ἂν εἴη ψυχή. τί ἂν οὖν εἴη σῶμα ζωὴν παῤ αὑτοῦ ἔχον; πῦρ γὰρ καὶ ἀὴρ καὶ ὕδωρ καὶ γῆ ἄψυχα παῤ αὑτῶν: καὶ ὅτῳ πάρεστι τούτων ψυχή, τοῦτο ἐπακτῷ κέχρηται τῇ ζωῇ, ἄλλα δὲ παρὰ ταῦτα σώματα οὐκ ἔστι. καὶ οἷς γε δοκεῖ εἶναι καὶ στοιχεῖα τούτων ἕτερα, σώματα, οὐ ψυχαί, ἐλέχθησαν εἶναι οὐδὲ ζωὴν ἔχοντα. εἰ δὲ μηδενὸς αὐτῶν ζωὴν ἔχοντος ἡ σύνοδος πεποίηκε ζωήν, ἄτοπον, μᾶλλον δὲ ἀδύνατον συμφόρησιν σωμάτων ζωὴν ἐργάζεσθαι, καὶ νοῦν γεννᾶν τὰ ἀνόητα. καὶ δὴ καὶ οὐχ ὁπωσοῦν κραθέντα ταῦτα φήσουσι γίνεσθαι. δεῖ ἄρα εἶναι τὸ τάξον καὶ τὸ τῆς κράσεως αἴτιον: ὥστε τοῦτο τάξιν ἂν ἔχοι ψυχῆς. οὐ γὰρ ὅτι σύνθετον, ἀλλ̓ οὐδὲ ἁπλοῦν ἂν εἴη σῶμα ἐν τοῖς οὖσιν ἄνευ ψυχῆς οὔσης ἐν τῷ παντί, εἴπερ λόγος προσελθὼν τῇ ὕλῃ σῶμα ποιεῖ, οὐδαμόθεν δ̓ ἂν προσέλθοι λόγος, ἢ παρὰ ψυχῆς.