Ancient Greek · ~4 min
Book 4, ΠΕΡΙ ΑΘΑΝΑΣΙΑΣ ΨΥΧΗΣ.
Plotinus, Enneades 4.11-3
Not analysed yet
περὶ τοιούτου χρήματος τίς ἂν ἀμφισβητοίη νοῦν ἔχων, ὡς οὐκ ἀθάνατον; ᾧ πάρεστι μὲν ἐξ ἑαυτοῦ ζωή, ἣν οὐχ οἷόν τε ἀπολέσθαι: πῶς γὰρ οὐκ ἐπίκτητόν γε οὖσαν οὐδ̓ αὖ οὕτως ἔχουσαν, ὡς τῷ πυρὶ ἡ θερμότης πάρεστι; λέγω δὲ οὐχ ὡς ἐπακτὸν ἡ θερμότης τῷ πυρί, ἀλλ̓ ὅτι, εἰ καὶ μὴ τῷ πυρί, ἀλλὰ τῇ ὑποκειμένῃ τῷ πυρὶ ὕλῃ. ταύτῃ γὰρ καὶ διαλύεται τὸ πῦρ. ἡ δὲ ψυχὴ οὐχ οὕτω τὴν ζωὴν ἔχει, ὡς ὕλην μὲν οὖσαν ὑποκεῖσθαι, ζωὴν δὲ ἐπ’ αὐτῇ γενομένην τὴν ψυχὴν ἀποδεῖξαι. ἢ γὰρ οὐσία ἐστὶν ἡ ζωή, καὶ ἔστιν οὐσία ἡ τοιαύτη παῤ αὑτῆς ζῶσα, ὅπερ ἐστὶν ὃ ζητοῦμεν, καὶ τοῦτο ἀθάνατον ὁμολογήσουσιν, ἢ ἀναλύσουσιν ὡς σύνθετον καὶ τοῦτο πάλιν, ἕως ἂν εἰς ἀθάνατον ἔλθωσι παῤ αὑτοῦ κινούμενον, ᾧ μὴ θέμις θανάτου μοῖραν δέχεσθαι: ἢ πάθος ἐπακτὸν τῇ ὕλῃ λέγοντες τὴν ζωήν, παῤ ὅτου τοῦτο τὸ πάθος ἐλήλυθεν εἰς τὴν ὕλην, αὐτὸ ἐκεῖνο ἀναγκασθήσονται ὁμολογεῖν ἀθάνατον εἶναι, ἄδεκτον ὂν τοῦ ἐναντίου ᾧ ἐπιφέρει. ἀλλὰ γάρ ἐστι μία φύσις ἐνεργείᾳ ζῶσα.