Ancient Greek · ~4 min
Book 4, ΠΕΡΙ ΑΘΑΝΑΣΙΑΣ ΨΥΧΗΣ.
Plotinus, Enneades 4.12-3
Not analysed yet
ἔτι εἰ πᾶσαν ψυχὴν φήσουσι φθαρτήν, πάλαι ἂν ἔδει πάντα ἀπολωλέναι: εἰ δὲ τὴν μέν, τὴν δ̓ οὕ, οἷον τὴν τοῦ παντὸς ἀθάνατον εἶναι, τὴν δ̓ ἡμετέραν μή, λεκτέον αὐτοῖς τὴν αἰτίαν. ἀρχή τε γὰρ κινήσεως ἑκατέρα, καὶ ζῇ παῤ αὑτῆς ἑκατέρα, καὶ τῶν αὐτῶν τῷ αὐτῷ ἐφάπτεται νοοῦσα τά τε ἐν τῷ οὐρανῷ τά τε οὐρανοῦ ἐπέκεινα καὶ πᾶν ὅ ἐστι κατ̓ οὐσίαν ζητοῦσα καὶ μέχρι τῆς πρώτης ἀρχῆς ἀναβαίνουσα. ἥ τε δὴ παῤ αὑτῆς ἐκ τῶν ἐν αὐτῇ θεαμάτων κατανόησις αὐτοῦ ἑκάστου ἐξ ἀναμνήσεως γιγνομένη πρὸ σώματός τε αὐτῇ δίδωσι τὸ εἶναι καὶ ἀιδίοις ἐπιστήμαις κεχρημένην ἀίδιον καὶ αὐτὴν εἶναι. πᾶν τε τὸ λυόμενον σύνθεσιν εἰς τὸ εἶναι εἰληφὸς ταύτῃ διαλύεσθαι πέφυκεν, ᾗ συνετέθη. ψυχὴ δὲ μία καὶ ἁπλῆ ἐνεργείᾳ οὖσα ἐν τῷ ζῆν φύσις: οὐ τοίνυν ταύτῃ φθαρήσεται. ἀλλ̓ ἄρα μερισθεῖσα κερματιζομένη ἀπόλοιτο ἄν. ἀλλ̓ οὐκ ὄγκος τις οὐδὲ ποσόν, ὡς ἐδείχθη, ἡ ψυχή. ἀλλ̓ ἀλλοιωθεῖσα ἥξει εἰς φθοράν. ἀλλ̓ ἡ ἀλλοίωσις φθείρουσα τὸ εἶδος ἀφαιρεῖ, τὴν δὲ ὕλην ἐᾷ: τοῦτο δὲ συνθέτου πάθος. εἰ οὖν κατὰ μηδὲν τούτων οἷόν τε φθείρεσθαι, ἄφθαρτον εἶναι ἀνάγκη.