Ancient Greek · ~11 min
Book 4, ΠΕΡΙ ΨΥΧΗΣ ΑΠΟΡΙΩΝ ΔΕΥΤΕΡΟΝ.
Plotinus, Enneades 4.12-2
Not analysed yet
ἀλλ̓ ἴσως τὸ μὲν τοιοῦτον ἔργον φύσεως ἄν τις εἴποι, φρονήσεως δὲ ἐν τῷ παντὶ οὔσης καὶ λογισμοὺς ἀνάγκην καὶ μνήμας εἶναι. ἔστι δὲ τοῦτο ἀνθρώπων τὸ φρονεῖν ἐν τῷ μὴ φρονεῖν τιθεμένων, καὶ τὸ ζητεῖν φρονεῖν τὸ αὐτὸ τῷ φρονεῖν νενομικότων. τὸ γὰρ λογίζεσθαι τί ἄλλο ἂν εἴη, ἢ τὸ ἐφίεσθαι εὑρεῖν φρόνησιν καὶ λόγον ἀληθῆ καὶ τυγχάνοντα τοῦ ὄντος; ὅμοιος γὰρ ὁ λογιζόμενος κιθαρίζοντι εἰς κιθάρισιν καὶ μελετῶντι εἰς ἕξιν καὶ ὅλως τῷ μανθάνοντι εἰς γνῶσιν. ζητεῖ γὰρ μαθεῖν ὁ λογιζόμενος ὅπερ ἤδη ἔχει ὁ φρόνιμος: ὥστ̓ ἐν τῷ στάντι τὸ φρονεῖν. μαρτυρεῖ δὲ καὶ αὐτὸς ὁ λογισάμενος: ὅταν γὰρ εὕρῃ ὃ δεῖ, πέπαυται λογιζόμενος: καὶ ἀνεπαύσατο ἐν τῷ φρονῆσαι γενόμενος. εἰ μὲν οὖν κατὰ τοὺς μανθάνοντας τὸ ἡγούμενον τοῦ παντὸς τάξομεν, λογισμοὺς ἀποδοτέον καὶ ἀπορίας καὶ μνήμας συμβάλλοντος τὰ παρεληλυθότα τοῖς παροῦσι καὶ τοῖς μέλλουσιν. εἰ δὲ κατὰ τὸν εἰδότα, ἐν στάσει ὅρον ἐχούσῃ νομιστέον αὐτοῦ εἶναι τὴν φρόνησιν. εἶτα εἰ μὲν οἶδε τὰ μέλλοντα —τὸ γὰρ μὴ εἰδέναι λέγειν ἄτοπον: διὰ τί οὐχὶ καὶ ὅπως ἔσται εἰδήσει; εἰ δὲ εἰδήσει καὶ ὅπως ἔσται, τί ἔτι δεῖ τοῦ λογίζεσθαι καὶ τοῦ τὰ παρεληλυθότα πρὸς τὰ παρόντα συμβάλλειν; καὶ ἡ γνῶσις δὲ τῶν μελλόντων, εἴπερ αὐτῷ συγχωρεῖται παρεῖναι, οὐ τοιαύτη ἂν εἴη, οἵα τοῖς μάντεσι πάρεστιν, ἀλλ̓ οἵα αὐτοῖς τοῖς ποιοῦσι πεπιστευκόσιν ὅτι ἔσται. τοῦτο δὲ ταὐτὸν τοῖς πάντα κυρίοις, οἷς οὐδὲν ἀμφίβολον οὐδὲ ἀμφιγνοούμενον. οἷς ἄρα ἄραρεν ἡ δόξα, τούτοις παραμένει. ἡ αὐτὴ ἄρα καὶ περὶ μελλόντων φρόνησις, οἵα καὶ ἡ περὶ παρόντων, κατὰ τὸ ἑστάναι: τοῦτο δὲ λογισμοῦ ἔξω. ἀλλ̓ εἰ μὴ οἶδε τὰ μέλλοντα, ἃ αὐτὸς ποιήσει, οὐδὲ εἰδήσει ποιήσει οὐδὲ πρός τι βλέπων ποιήσει, ἀλλὰ τὸ ἐπελθὸν ποιήσει: τοῦτο δὲ ταὐτὸν τῷ εἰκῆ. μένει ἄρα καθ̓ ὃ ποιήσει. ἀλλ̓ εἰ μένει καθ̓ ὃ ποιήσει, οὐκ ἄλλως ποιήσει, ἢ ὡς οἷον τὸ ἐν αὑτῷ παράδειγμα ἔχει. μοναχῶς ἄρα ποιήσει καὶ ὡσαύτως: οὐ γὰρ νῦν μὲν ἄλλως, ὕστερον δὲ ἄλλως, ἢ τί κωλύει ἀποτυχεῖν; εἰ δὲ τὸ ποιούμενον διαφόρως ἕξει, ἀλλ̓ ἔσχε γε διαφόρως οὐ παῤ ἑαυτοῦ, ἀλλὰ δουλεῦον λόγοις: οὗτοι δὲ παρὰ τοῦ ποιοῦντος: ὥστε ἠκολούθησε τοῖς ἐφεξῆς λόγοις. ὥστε οὐδαμῇ τὸ ποιοῦν ἀναγκάζεσθαι πλανᾶσθαι οὐδ̓ ἀπορεῖν οὐδ̓ ἔχειν πράγματα, ὥσπερ τινὲς ᾠήθησαν δύσκολον εἶναι τὴν τῶν ὅλων διοίκησιν. τὸ γὰρ ἔχειν πράγματα ἦν, ὡς ἔοικε, τὸ ἐπιχειρεῖν ἔργοις ἀλλοτρίοις: τοῦτο δὲ ὧν μὴ κρατεῖ. ὧν δέ τις κρατεῖ καὶ μόνος, τίνος ἂν οὗτος δέοιτο ἢ αὑτοῦ καὶ τῆς αὑτοῦ βουλήσεως; τοῦτο δὲ ταὐτὸν τῆς αὑτοῦ φρονήσεως: τῷ γὰρ τοιούτῳ ἡ βούλησις φρόνησις. οὐδενὸς ἄρα δεῖ τῷ τοιούτῳ εἰς τὸ ποιεῖν, ἐπειδὴ οὐδ̓ ἡ φρόνησις ἀλλοτρία, ἀλλ̓ αὐτὸς οὐδενὶ ἐπακτῷ χρώμενος. οὐδὲ λογισμῷ τοίνυν οὐδὲ μνήμῃ: ἐπακτὰ γὰρ ταῦτα.