Ancient Greek · ~6 min
Book 4, ΠΕΡΙ ΨΥΧΗΣ ΑΠΟΡΙΩΝ ΔΕΥΤΕΡΟΝ.
Plotinus, Enneades 4.13-2
Not analysed yet
ἀλλὰ τί διοίσει τῆς λεγομένης φύσεως ἡ τοιαύτη φρόνησις; ἢ ὅτι ἡ μὲν φρόνησις πρῶτον, ἡ δὲ φύσις ἔσχατον: ἴνδαλμα γὰρ φρονήσεως ἡ φύσις καὶ ψυχῆς ἔσχατον ὂν ἔσχατον καὶ τὸν ἐν αὐτῇ ἐλλαμπόμενον λόγον ἔχει, οἷον εἰ ἐν κηρῷ βαθεῖ διικνοῖτο εἰς ἔσχατον ἐπὶ θάτερα ἐν τῇ ἐπιφανείᾳ τύπος, ἐναργοῦς μὲν ὄντος τοῦ ἄνω, ἴχνους δὲ ἀσθενοῦς ὄντος τοῦ κάτω. ὅθεν οὐδὲ οἶδε, μόνον δὲ ποιεῖ: ὃ γὰρ ἔχει τῷ ἐφεξῆς διδοῦσα ἀπροαιρέτως τὴν δόσιν ʽτῷ σωματικῷ καὶ ὑλικᾦ ποίησιν ἔχει, οἷον καὶ τὸ θερμανθὲν τῷ ἐφεξῆς ἁψαμένῳ δέδωκε τὸ αὑτοῦ εἶδος θερμὸν ἐλλαττόνως ποιῆσαν. διὰ τοῦτό τοι ἡ φύσις οὐδὲ φαντασίαν ἔχει: ἡ δὲ νόησις φαντασίας κρείττων: φαντασία δὲ μεταξὺ φύσεως τύπου καὶ νοήσεως. ἡ μὲν γὰρ οὐδενὸς ἀντίληψιν οὐδὲ σύνεσιν ἔχει, ἡ δὲ φαντασία σύνεσιν ἐπακτοῦ: δίδωσι γὰρ τῷ φαντασθέντι εἰδέναι ἃ ἔπαθεν: ἡ δὲ γεννᾷ αὐτὴ καὶ ἐνεργεῖ ἐξ αὐτοῦ τοῦ ἐνεργήσαντος. νοῦς μὲν οὖν ἔχει, ψυχὴ δὲ ἡ τοῦ παντὸς ἐκομίσατο εἰς ἀεὶ καὶ τοῦτό ἐστιν αὐτῇ τὸ ζῆν καὶ τὸ φαινόμενον ἀεὶ σύνεσις νοούσης: τὸ δὲ ἐξ αὐτῆς ἐμφαντασθὲν εἰς ὕλην φύσις, ἐν ᾗ ἵσταται τὰ ὄντα, ἢ καὶ πρὸ τούτου, καὶ ἔστιν ἔσχατα ταῦτα τοῦ νοητοῦ: ἤδη γὰρ τὸ ἐντεῦθεν τὰ μιμήματα. ἀλλ̓ ἡ φύσις εἰς αὐτὴν ποιοῦσα καὶ πάσχουσα, ἐκείνη δὲ ἡ πρὸ αὐτῆς καὶ πλησίον αὐτῆς ποιοῦσα οὐ πάσχει, ἡ δ̓ ἔτι ἄνωθεν εἰς σώματα ἢ εἰς ὕλην οὐ ποιεῖ.