Ancient Greek · ~7 min
Book 4, ΠΕΡΙ ΨΥΧΗΣ ΑΠΟΡΙΩΝ ΠΡΩΤΟΝ.
Plotinus, Enneades 4.24
Not analysed yet
ἀλλὰ ποῦ ἐξελθοῦσα τοῦ σώματος γενήσεται; ἢ ἐνταῦθα μὲν οὐκ ἔσται, οὗ οὐκ ἔστι τὸ δεχόμενον ὁπωσοῦν, οὐδὲ δύναται παραμένειν τῷ μὴ πεφυκότι αὐτὴν δέχεσθαι, εἰ μή τι ἔχοι αὐτοῦ ὃ ἕλκει πρὸς αὑτὸ ἄφρονα οὖσαν. ἔστι δὲ ἐν ἐκείνῳ, εἰ ἄλλο ἔχοι, κἀκεῖ ἀκολουθεῖ, οὗ πέφυκε τοῦτο εἶναι καὶ γίνεσθαι. ὄντος δὲ πολλοῦ καὶ ἑκάστου τόπου, καὶ παρὰ τῆς διαθέσεως ἥκειν δεῖ τὸ διάφορον, ἥκειν δὲ καὶ παρὰ τῆς ἐν τοῖς οὖσι δίκης. οὐ γὰρ μή ποτέ τις ἐκφύγοι, ὃ παθεῖν ἐπ’ ἀδίκοις ἔργοις προσήκει: ἀναπόδραστος γὰρ ὁ θεῖος νόμος ὁμοῦ ἔχων ἐν ἑαυτῷ τὸ ποιῆσαι τὸ κριθὲν ἤδη. φέρεται δὲ καὶ αὐτὸς ὁ πάσχων ἀγνοῶν ἐφ̓ ἃ παθεῖν προσήκει, ἀστάτῳ μὲν τῇ φορᾷ πανταχοῦ αἰωρούμενος ταῖς πλάναις, τελευτῶν δὲ ὥσπερ πολλὰ καμὼν οἷς ἀντέτεινεν εἰς τὸν προσήκοντα αὐτῷ τόπον ἐνέπεσεν, ἑκουσίῳ τῇ φορᾷ τὸ ἀκούσιον εἰς τὸ παθεῖν ἔχων. εἴρηται δὲ ἐν τῷ νόμῳ καὶ ὅσον καὶ ἐφ̓ ὅσον δεῖ παθεῖν, καὶ πάλιν αὖ ὁμοῦ συνέδραμεν ἡ ἄνεσις τῆς κολάσεως καὶ ἡ δύναμις τοῦ ἀναφυγεῖν ἐξ ἐκείνων τῶν τόπων, ἁρμονίας δυνάμει τῆς κατεχούσης τὰ πάντα. ἔχουσαι δὲ σῶμα καὶ τὸ ἀντιλαμβάνεσθαι τῶν σωματικῶν κολάσεων ἔχουσι: ταῖς δὲ τῶν ψυχῶν καθαραῖς οὔσαις καὶ μηδὲν μηδαμῇ ἐφελκομέναις τοῦ σώματος ἐξ ἀνάγκης οὐδὲ σώματος ὑπάρξει εἶναι. εἰ οὖν εἰσι καὶ μηδαμοῦ σώματος —οὐδὲ γὰρ ἔχουσι σῶμα —οὗ ἐστιν ἡ οὐσία καὶ τὸ ὂν καὶ τὸ θεῖον ἐν τῷ θεῷ, ἐνταῦθα καὶ μετὰ τούτων καὶ ἐν τούτῳ ἡ τοιαύτη ψυχὴ ἔσται. εἰ δ̓ ἔτι ζητεῖς ποῦ, ζητητέον σοι ποῦ ἐκεῖνα: ζητῶν δὲ ζήτει μὴ τοῖς ὄμμασι μηδ̓ ὡς ζητῶν σώματα.