Ancient Greek · ~11 min
Book 4, ΠΕΡΙ ΨΥΧΗΣ ΑΠΟΡΙΩΝ ΠΡΩΤΟΝ.
Plotinus, Enneades 4.25
Not analysed yet
περὶ δὲ μνήμης, εἰ αὐταῖς ταῖς ψυχαῖς τῶνδε τῶν τόπων ἐξελθούσαις μνημονεύειν ὑπάρχει, ἢ ταῖς μέν, ταῖς δ̓ οὔ, καὶ πάντων ἤ τινων, καὶ εἰ μνημονεύουσιν ἀεί, ἢ ἐπί τινα χρόνον τὸν ἐγγὺς τῆς ἀφόδου, ζητεῖν ὁμοίως ἄξιον. ἀλλ̓ εἰ μέλλομεν ὀρθῶς περὶ τούτων τὴν ζήτησιν ποιεῖσθαι, ληπτέον τί ποτε τὸ μνημονεῦόν ἐστι. λέγω δὲ οὔ, τί μνήμη ἐστίν, ἀλλ̓ ἐν τίνι συνίστασθαι πέφυκε τῶν ὄντων. τί μὲν γάρ ἐστι μνήμη, εἴρηται ἐν ἄλλοις καὶ πολλάκις τεθρύληται, τὸ δὲ μνημονεύειν πεφυκὸς ὅ τί ποτέ ἐστιν ἀκριβέστερον ληπτέον. εἰ δή ἐστι τὸ τῆς μνήμης ἐπικτήτου τινὸς ἢ μαθήματος ἢ παθήματος, οὔτε τοῖς ἀπαθέσι τῶν ὄντων οὔτε τοῖς ἐν χρόνῳ ἐγγίνοιτο ἂν τὸ μνημονεύειν. μνήμην δὴ περὶ θεὸν οὐδὲ περὶ τὸ ὂν καὶ νοῦν θετέον: οὐδὲν γὰρ εἰς αὐτοὺς οὐδὲ χρόνος, ἀλλ̓ αἰὼν περὶ τὸ ὄν, καὶ οὔτε τὸ πρότερον οὔτε τὸ ἐφεξῆς, ἀλλ̓ ἔστιν ἀεὶ ὡς ἔχει ἐν τῷ αὐτῷ οὐ δεχόμενον παράλλαξιν. τὸ δ̓ ἐν τῷ αὐτῷ καὶ ὁμοίῳ πῶς ἂν ἐν μνήμῃ γένοιτο, οὐκ ἔχον οὐδ̓ ἴσχον ἄλλην κατάστασιν μεθ̓ ἣν εἶχε πρότερον, ἢ νόησιν ἄλλην μετ̓ ἄλλην, ἵνα ἐν ἄλλῃ μὲν ᾖ, ἄλλης δὲ μνημονεύῃ ἣν εἶχε πρότερον; ἀλλὰ τί κωλύει τὰς ἄλλων μεταβολὰς εἰδέναι οὐ μεταβάλλον αὐτό, οἷον κόσμου τὰς περιόδους; ἢ ὅτι ἄλλο μὲν πρότερον, ἄλλο δὲ ὕστερον νοήσει ἐπακολουθοῦν ταῖς τοῦ τρεπομένου μεταβολαῖς, τό τε μνημονεύειν παρὰ τὸ νοεῖν ἄλλο. τὰς δὲ αὑτοῦ νοήσεις οὐ μνημονεύειν λεκτέον: οὐ γὰρ ἦλθεν, ἵνα κατέχῃ μὴ ἀπέλθοιεν: ἢ οὕτω γε τὴν οὐσίαν αὑτοῦ φοβοῖτο μὴ ἀπέλθῃ ἀπ̓ αὐτοῦ. οὐ τοίνυν οὐδὲ ψυχὴν φατέον μνημονεύειν τὸν αὐτὸν τρόπον οἷον λέγομεν τὸ μνημονεύειν εἶναι ὧν ἔχει συμφύτων, ἀλλ̓ ἐπειδὴ ἐνταῦθα ἔστιν, ἔχειν καὶ μὴ ἐνεργεῖν κατ̓ αὐτὰ καὶ μάλιστα ἐνταῦθα ἥκουσαν: τῷ δὲ καὶ ἐνεργεῖν ἤδη ταῖς ἐνεργούσαις ἃ εἶχον μνήμην καὶ ἀνάμνησιν προστιθέναι ἐοίκασιν οἱ παλαιοί: ὥσθ̓ ἕτερον εἶδος μνήμης τοῦτο: διὸ καὶ χρόνος οὐ πρόσεστι τῇ οὕτως λεγομένῃ μνήμῃ. ἀλλ̓ ἴσως εὐχερῶς περὶ τούτων ἔχομεν καὶ οὐκ ἐξεταστικῶς. ἴσως γὰρ ἄν τις ἀπορήσειε, μήποτε οὐ τῆς ψυχῆς ᾖ ἐκείνης ἡ λεγομένη τοιαύτη ἀνάμνησις καὶ μνήμη, ἀλλὰ ἄλλης ἀμυδροτέρας, ἢ τοῦ συναμφοτέρου. εἴτε γὰρ ἄλλης, πότε ἢ πῶς λαμβανούσης; εἴτε τοῦ ζῴου, πότε ἢ πῶς; διὸ ζητητέον τί ἐστι τῶν ἐν ἡμῖν τὸ τὴν μνήμην ἴσχον, ὅπερ καὶ ἐξ ἀρχῆς ἐζητοῦμεν: καὶ εἰ μὲν ἡ ψυχὴ ἡ μνημονεύουσα, τίς δύναμις ἢ τί μέρος, εἰ δὲ τὸ ζῷον, ὅπερ καὶ τὸ αἰσθανόμενον ἔδοξέ τισιν ὄν, τίς ὁ τρόπος, καὶ τί ποτε δεῖ φάναι τὸ ζῷον, καὶ ετι εἰ τὸ αὐτὸ τῶν αἰσθημάτων δεῖ τίθεσθαι ἀντιλαμβάνεσθαι καὶ τῶν νοημάτων, ἢ ἄλλο τοῦ ἑτέρου.