Ancient Greek · ~4 min
Book 4, ΠΕΡΙ ΨΥΧΗΣ ΑΠΟΡΙΩΝ ΔΕΥΤΕΡΟΝ.
Plotinus, Enneades 4.25-2
Not analysed yet
ἢ οὐκ ἀρκεῖ εἶναι τὸ δἰ οὗ, ἵνα ὁρᾷ καὶ ὅλως αἰσθάνηται, ἀλλὰ δεῖ τὴν ψυχὴν οὕτως ἔχειν, ὡς νεύειν πρὸς τὰ αἰσθητά. τῇ δὲ ψυχῇ ὑπάρχει ἀεὶ πρὸς τοῖς νοητοῖς εἶναι, κἂν οἷόν τε ᾖ αὐτῇ αἰσθάνεσθαι, οὐκ ἂν εἴη τοῦτο τῷ πρὸς κρείττοσιν εἶναι, ὁπότε καὶ ἡμᾶς σφόδρα πρὸς τοῖς νοητοῖς ὄντας, ὅτε ἐσμέν, λανθάνουσι καὶ ὄψεις καὶ αἰσθήσεις ἄλλαι, κἂν πρὸς ἑτέρῳ δὲ ὅλως, τὰ ἕτερα λανθάνει. ἐπεὶ καὶ τὸ μέρει τινὶ μέρους ἀντιλαμβάνεσθαι θέλειν, οἷον ἑαυτὸν εἰ καταβλέποι, περίεργον καὶ ἐφ̓ ἡμῶν, καὶ εἰ μὴ ἕνεκά τινος, μάτην: ἄλλου τε ὄψιν ὡς καλοῦ ὁρᾶν, πεπονθότος καὶ ἐνδεοῦς. ὀσφραίνεσθαι δὲ καὶ γεύεσθαι χυμῶν περιστάσεις ἄν τις καὶ περιελκυσμοὺς τῆς ψυχῆς θεῖτο, ἥλιον δὲ καὶ τὰ ἄλλα ἄστρα κατὰ συμβεβηκὸς ὁρᾶν καὶ ἀκούειν δέ. εἰ δὲ δὴ καὶ ἐπιστρέφεσθαι δἰ ἄμφω, οὐκ ἄλογος ἡ θέσις. ἀλλ̓ εἰ ἐπιστρέφοιτο, καὶ μνημονεύσει: ἢ ἄτοπον ὧν εὐεργετεῖ μὴ μνημονεύειν. πῶς οὖν εὐεργετεῖ, εἰ μὴ μνημονεύσει;