Ancient Greek · ~7 min
Book 4, ΠΕΡΙ ΨΥΧΗΣ ΑΠΟΡΙΩΝ ΔΕΥΤΕΡΟΝ.
Plotinus, Enneades 4.26
Not analysed yet
γίνονται δὲ εὐχῶν γνώσεις κατὰ οἷον σύναψιν καὶ κατὰ τοιάνδε σχέσιν ἐναρμοζομένων, καὶ αἱ ποιήσεις οὕτως: καὶ ἐν ταῖς μάγων τέχναις εἰς τὸ συναφὲς πᾶν: ταῦτα δὲ δυνάμεσιν ἑπομέναις συμπαθῶς. εἰ δὲ τοῦτο, διὰ τί οὐ καὶ τὴν γῆν αἰσθάνεσθαι δώσομεν; ἀλλὰ ποίας αἰσθήσεις; ἢ διὰ τί οὐ πρῶτον ἁφὴν καὶ μέρει μέρους ἀναπεμπομένης ἐπὶ τὸ ἡγούμενον τῆς αἰσθήσεως καὶ τῷ ὅλῳ πυρὸς καὶ τῶν ἄλλων; καὶ γὰρ εἰ τὸ σῶμα δυσκίνητον, οὔτι γε ἀκίνητον. ἀλλ̓ ἔσονται αἱ αἰσθήσεις οὐ τῶν μικρῶν, ἀλλὰ τῶν μεγάλων. ἀλλὰ διὰ τί; ἢ ὅτι ἀνάγκη ψυχῆς ἐνούσης τὰς κινήσεις τὰς μεγίστας μὴ λανθάνειν. κωλύει δ̓ οὐδὲν καὶ διὰ τοῦτο τὸ αἰσθάνεσθαι γίνεσθαι, ἵνα εὖ τίθοιτο τὰ πρὸς ἀνθρώπους, ὅσον εἰς αὐτὴν τὰ ἀνθρώπων ἀνάκειται: εὖ τίθοιτο δὲ οἷον συμπαθῶς: καὶ ἀκούειν δὲ εὐχομένων καὶ ἐπινεύειν εὐχαῖς οὐχ ὃν ἡμεῖς τρόπον: καὶ ταῖς ἄλλαις αἰσθήσεσι παθητὴν εἶναι πρὸς αὑτὴν καὶ τἆλλα, οἷον ὀσμῶν πέρι καὶ τῶν γευστῶν, ὅσα ὀσφραντὰ κατὰ τὰς τῶν χυλῶν ὀσμὰς πρὸς ζῴων πρόνοιαν καὶ κατασκευὴν καὶ ἐπισκευὴν τοῦ σωματικοῦ αὐτοῖς. καὶ οὐκ ἀπαιτητέον ἃ ἐφ̓ ἡμῶν ὄργανα: οὐδὲ γὰρ πᾶσι ζῴοις ταὐτά: οἷον ὦτα οὐ πᾶσι, καὶ οἷς μή ἐστιν, ἀντίληψίς ἐστι ψόφων. περὶ δὲ ὄψεως, εἰ φωτὸς δεῖ, πῶς; οὐ γὰρ δὴ ἀπαιτητέον ὄμματα. εἰ οὖν τοῦ φυτικοῦ συγχωρουμένου ἦν συγχωρεῖν ἐν πνεύματι ὄντος τοῦ φυτικοῦ πρώτως οὕτως ἔχειν, ὄντος πνεύματος τί χρὴ ἀπιστεῖν καὶ διαφανὲς εἶναι; μᾶλλον δ̓ εἴπερ πνεῦμα, καὶ διαφανὲς καὶ ἐλλαμπόμενον παρὰ τοῦ κύκλου ἐνεργείᾳ διαφανές: ὥστε οὐδὲν ἄτοπον οὐδ̓ ἀδύνατον ὁρᾶν τὴν ἐν τῇ γῇ ψυχήν. καὶ δεῖ καὶ νοεῖν ψυχὴν οὐ φαύλου σώματος εἶναι, ὥστε καὶ θεὸν εἶναι: πάντως γὰρ καὶ ἀγαθὴν δεῖ ἀεὶ τὴν ψυχὴν εἶναι.