Ancient Greek · ~5 min
Book 4, ΠΕΡΙ ΨΥΧΗΣ ΑΠΟΡΙΩΝ ΠΡΩΤΟΝ.
Plotinus, Enneades 4.28
Not analysed yet
ἆρά γε ᾧ αἰσθανόμεθα καὶ ᾧ μανθάνομεν; ἢ καὶ ᾧ ἐπιθυμοῦμεν τῶν ἐπιθυμητῶν καὶ τῶν ὀργιστῶν, τῷ θυμοειδεῖ; οὐ γὰρ ἄλλο μὲν ἀπολαύσει, φήσει τις, ἄλλο δὲ μνημονεύσει τῶν ἐκείνου. τὸ γοῦν ἐπιθυμητικὸν ὧν ἀπέλαυσε τοῦτο κινεῖται πάλιν ὀφθέντος τοῦ ἐπιθυμητοῦ δηλονότι τῇ μνήμῃ. ἐπεὶ διὰ τί οὐκ ἄλλου, ἢ οὐχ οὕτως; τί οὖν κωλύει καὶ αἴσθησιν τῶν τοιούτων διδόναι αὐτῷ καὶ τῶ αἰσθητικῷ τοίνυν ἐπιθυμίαν καὶ παντάπασιν, ὥστε κατὰ τὸ ἐπικρατοῦν ἕκαστον λέγεσθαι; ἢ αἴσθησιν ἄλλως ἑκάστῳ: οἷον εἶδε μὲν ἡ ὅρασις, οὐ τὸ ἐπιθυμοῦν, ἐκινήθη δὲ παρὰ τῆς αἰσθήσεως τὸ ἐπιθυμοῦν οἷον διαδόσει, οὐχ ὥστε εἰπεῖν τὴν αἴσθησιν οἵα, ἀλλ̓ ὥστε ἀπαρακολουθήτως παθεῖν: καὶ ἐπὶ τοῦ θυμοῦ εἶδε τὸν ἀδικήσαντα, ὁ δὲ θυμὸς ἀνέστη, οἷον εἰ ποιμένος ἰδόντος ἐπὶ ποίμνῃ λύκον ὁ σκύλαξ τῇ ὀδμῇ ἢ τῷ κτύπῳ αὐτὸς οὐκ ἰδὼν ὄμμασιν ὀρίνοιτο. καὶ τοίνυν ἀπέλαυσε μὲν τὸ ἐπιθυμοῦν, καὶ ἔχει ἴχνος τοῦ γενομένου ἐντεῦθεν οὐχ ὡς μνήμην, ἀλλ̓ ὡς διάθεσιν καὶ πάθος: ἄλλο δὲ τὸ ἑωρακὸς τὴν ἀπόλαυσιν καὶ παῤ αὑτῷ ἔχον τὴν μνήμην τοῦ γεγενημένου. τεκμήριον δὲ τὸ μὴ εἰδυῖαν εἶναι τὴν μνήμην πολλάκις ὧν μετέσχε τὸ ἐπιθυμοῦν, καίτοι, εἰ ἐν αὐτῷ, ἦν ἄν.