Ancient Greek · ~6 min
Book 4, ΠΕΡΙ ΨΥΧΗΣ ΑΠΟΡΙΩΝ ΠΡΩΤΟΝ.
Plotinus, Enneades 4.27
Not analysed yet
ἀλλὰ τίνος ψυχῆς, τῆς μὲν λεγομένης ὑφ̓ ἡμῶν θειοτέρας, καθ̓ ἣν ἡμεῖς, τῆς δὲ ἄλλης τῆς παρὰ τοῦ ὅλου; ἢ λεκτέον εἶναι μνήμας ἑκατέρας, τὰς μὲν ἰδίας, τὰς δὲ κοινάς: καὶ ὅταν μὲν συνῶσιν, ὁμοῦ πάσας, χωρὶς δὲ γενομένων, εἰ ἄμφω εἶεν καὶ μένοιεν, ἑκατέραν ἐπιπλέον τὰ ἑαυτῆς, ἐπ’ ὀλίγον δὲ χρόνον τὰ τῆς ἑτέρας. τὸ γοῦν εἴδωλον ἐν ᾅδου Ἡρακλέους: τοῦτο γὰρ τὸ εἴδωλον, οἶμαι, χρὴ νομίζειν ἡμᾶς: μνημονεύειν τῶν πεπραγμένων πάντων κατὰ τὸν βίον, αὐτοῦ γὰρ μάλιστα καὶ ὁ βίος ἦν. αἱ δὲ ἄλλαι τὸ συναμφότερον οὖσαι οὐδὲν πλέον ὅμως εἶχον λέγειν ἢ τὰ τοῦ βίου τούτου: καὶ αὗται τὸ συναμφότερον γενόμεναι ταῦτα ᾔδεσαν: ἢ εἴ τι δικαιοσύνης ἐχόμενον. ὁ δὲ Ἡρακλῆς αὐτὸς ὁ ἄνευ τοῦ εἰδώλου τί ἔλεγεν, οὐκ εἴρηται. τί οὖν ἂν εἴποι ἡ ἑτέρα ψυχὴ ἀπαλλαγεῖσα μόνη; ἡ γὰρ ἐφελκομένη ὅτι κἂν πάντα, ὅσα ἔπραξεν ἢ ἔπαθεν ὁ ἄνθρωπος: χρόνου δὲ προιόντος ἐπὶ τῷ θανάτῳ καὶ ἄλλων μνῆμαι ἂν φανεῖεν ἐκ τῶν πρόσθεν βίων, ὥστε τινὰ τούτων καὶ ἀτιμάσασαν ἀφεῖναι. σώματος γὰρ καθαρωτέρα γενομένη καὶ ἃ ἐνταῦθα οὐκ εἶχεν ἐν μνήμῃ ἀναπολήσει: εἰ δ̓ ἐν σώματι γενομένη ἄλλῳ ἐξέλθοι, ἐρεῖ μὲν τὰ τοῦ ἔξω βίου καὶ ἐρεῖ εἶναι, ὃ ἄρτι ἀφῆκεν, ἐρεῖ δὲ καὶ πολλὰ τῶν πρόσθεν. χρόνοις δὲ πολλῶν τῶν ἐπακτῶν ἀεὶ ἔσται ἐν λήθῃ. ἡ δὲ δὴ μόνη γενομένη τί μνημονεύσει; ἢ πρότερον σκεπτέον τίνι δυνάμει ψυχῆς τὸ μνημονεύειν παραγίνεται.