Ancient Greek · ~7 min
Book 4, ΠΕΡΙ ΨΥΧΗΣ ΑΠΟΡΙΩΝ ΠΡΩΤΟΝ.
Plotinus, Enneades 4.3
Not analysed yet
ἀλλ̓ ἆρα οὕτω μέρη, ὥσπερ ἂν καὶ ἐφ̓ ἑνὸς ζῴου τις εἴποι τὴν ἐν τῷ δακτύλῳ ψυχὴν μέρος τῆς ἐν τῷ παντὶ ζῴῳ ὅλης; ἀλλ̓ οὗτός γε ὁ λόγος ἢ οὐδεμίαν ποιεῖ ψυχὴν ἔξω σώματος γίνεσθαι, ἢ πᾶσαν οὐκ ἐν σώματι, ἀλλ̓ ἔξω τοῦ σώματος τοῦ κόσμου τὴν τοῦ παντὸς λεγομένην. σκεπτέον δὲ τοῦτο: νῦν δὲ ὡς λέγοιτο ἂν κατὰ τὴν εἰκόνα ἐξεταστέον. εἰ γὰρ ἡ τοῦ παντὸς παρέχει αὑτὴν πᾶσι τοῖς ἐν μέρει ζῴοις, καὶ οὕτω μέρος ἑκάστη, διαιρεθεῖσα μὲν οὐκ ἂν αὑτὴν ἑκάστῳ παρέχοι, ἡ αὐτὴ δὲ πανταχοῦ ἔσται ἡ ὅλη μία καὶ ἡ αὐτὴ ἐν πολλοῖς ἅμα οὖσα. τοῦτο δὲ οὐκέτ̓ ἂν τὴν μὲν ὅλην, τὴν δὲ μέρος ἂν εἶναι παράσχοιτο, καὶ μάλιστα οἷς τὸ αὐτὸ δυνάμεως πάρεστιν. ἐπεὶ καὶ οἷς ἄλλο ἔργον, οἷς δὲ ἄλλο, οἷον ὀφθαλμοῖς καὶ ὠσίν, οὐ μόριον ἄλλο ψυχῆς ὁράσει, ἄλλο δὲ ὠσὶ λεκτέον παρεῖναι: ἄλλων δὲ τὸ μερίζειν οὕτως: ἀλλὰ τὸ αὐτό, κἂν ἄλλη δύναμις ἐν ἑκατέροις ἐνεργῇ: εἰσὶ γὰρ ἐν ἀμφοτέραις ἅπασαι: τῷ δὲ τὰ ὄργανα διάφορα εἶναι διαφόρους τὰς ἀντιλήψεις γίνεσθαι, πάσας μέντοι εἰδῶν εἶναι εἰς πάντα δυναμένων μορφοῦσθαι. δηλοῖ δὲ καὶ τὸ εἰς ἓν ἀναγκαῖον εἶναι πάντα ἰέναι. τῶν δὴ ὀργάνων διαφόρων μὴ πάντα δυναμένων δέξασθαι, τὰ μὲν παθήματα διάφορα γίνεσθαι τοῖς ὀργάνοις, τὴν δὲ κρίσιν παρὰ τοῦ αὐτοῦ οἷον δικαστοῦ καὶ τοὺς λόγους τοὺς λεγομένους καὶ τὰ πραχθέντα κατανενοηκότος. ἀλλ̓ ὅτι ἕν γε πανταχοῦ εἴρηται καὶ ἐν τοῖς διαφόροις τῶν ἔργων εἴ τε ὡς αἱ αἰσθήσεις, οὐκ ἔνι ἕκαστον αὐτῶν νοεῖν, ἀλλ̓ ἐκείνην: ʽεἰ δ̓ οἰκεία ἦν ἡ νόησις, ἐφ̓ ἑαυτῆς ἑκάστἠ. ὅταν δὲ καὶ λογικὴ ᾖ ψυχή, καὶ οὕτω λογικὴ ὡς ὅλη λέγεται, τὸ λεγόμενον μέρος ταὐτόν, ἀλλ̓ οὐ μέρος ἔσται τοῦ ὅλου.