Ancient Greek · ~9 min
Book 4, ΠΕΡΙ ΨΥΧΗΣ ΑΠΟΡΙΩΝ ΠΡΩΤΟΝ.
Plotinus, Enneades 4.4
Not analysed yet
τί οὖν φατέον, εἰ οὕτω μία, ὅταν τις ζητῇ τὸ ἐντεῦθεν πρῶτον μὲν ἀπορῶν, εἰ οἷόν τε οὕτως ἓν ἅμα ἐν πᾶσιν ,ἔπειτα, ὅταν ἐν σώματι ᾖ, ἡ δὲ μὴ ἐν σώματι. ἴσως γὰρ ἀκολουθήσει ἀεὶ ἐν σώματι πᾶσαν εἶναι καὶ μάλιστα τὴν τοῦ παντός. οὐ γὰρ ὥσπερ ἡ ἡμετέρα λέγεται καταλείπειν τὸ σῶμα: καίτοι τινές φασι τόδε μὲν καταλείψειν, οὐ πάντη δὲ ἔξω σώματος ἔσεσθαι. ἀλλ̓ εἰ πάντη ἔξω σώματος ἔσται, πῶς ἡ μὲν καταλείψει, ἡ δὲ οὔ, ἡ αὐτὴ οὖσα; ἐπὶ μὲν οὖν τοῦ νοῦ ἑτερότητι χωριζομένου ἑαυτοῦ κατὰ μέρη μάλιστα ἀλλήλων, ὄντα δὲ ὁμοῦ ἀεί: ἀμέριστος γὰρ ἂν εἴη αὕτη ἡ οὐσία: οὐδεμία τοιαύτη ἂν ἀπορία κατέχοι: ἐπὶ δὲ τῆς ψυχῆς τῆς λεγομένης μεριστῆς εἶναι κατὰ σώματα τοῦτο τὸ ἕν τι εἶναι πάσας πολλὰς ἂν ἔχοι ἀπορίας: εἰ μή τις τὸ μὲν ἓν στήσειεν ἐφ̓ ἑαυτοῦ μὴ πῖπτον εἰς τὸ σῶμα, εἶτ̓ ἐξ ἐκείνου τὰς πάσας, τήν τε τοῦ ὅλου καὶ τὰς ἄλλας, μέχρι τινὸς οἷον συνούσας καὶ μίαν τῷ μηδενός τινος γίνεσθαι, τοῖς δὲ πέρασιν αὐτῶν ἐξηρτημένας καὶ συνούσας ἀλλήλαις πρὸς τὰ ἄνω ὡδὶ καὶ ὡδὶ ἐπιβάλλειν, οἷον φωτὸς ἤδη πρὸς τῇ γῇ μεριζομένου κατ̓ οἴκους καὶ οὐ μεμερισμένου, ἀλλ̓ ὄντος ἑνὸς οὐδὲν ἧττον: καὶ τὴν μὲν τοῦ παντὸς ἀεὶ ὑπερέχειν τῷ μηδὲ εἶναι αὐτῇ τὸ κατελθεῖν μηδὲ τὸ κάτω μηδὲ ἐπιστροφὴν τὰ τῇδε, τὰς δ̓ ἡμετέρας τῷ τε εἶναι ἀφωρισμένον αὐταῖς τὸ μέρος ἐν τῷδε καὶ τῆ ἐπιστροφῇ τοῦ προσδεομένου φροντίσεως, τῆς μὲν ἐοικυίας τῇ ἐν φυτῷ μεγάλῳ ψυχῇ, ἣ ἀπόνως τὸ φυτὸν καὶ ἀψόφως διοικεῖ, τῆς κατωτάτω τῆς ψυχῆς τοῦ παντός, τοῦ δὲ ἡμῶν κάτω, οἷον εἰ εὐλαὶ ἐν σαπέντι μέρει τοῦ φυτοῦ γίνοιντο —οὕτω γὰρ τὸ σῶμα τὸ ἔμψυχον ἐν τῷ παντί: τῆς δὲ ἄλλης ψυχῆς τῆς ὁμοειδοῦς τῶν ἄνω τῆς ὅλης, οἷον εἴ τις γεωργὸς ἐν φροντίδι τῶν ἐν τῷ φυτῷ εὐλῶν γίνοιτο καὶ ταῖς μερίμναις πρὸς τῷ φυτῷ γίνοιτο, ἢ εἴ τις ὑγιαίνοντα μὲν καὶ μετὰ τῶν ἄλλων τῶν ὑγιαινόντων ὄντα πρὸς ἐκείνοις εἶναι λέγοι, πρὸς οἷς ἐστιν ἢ πράττων ἢ θεωρίαις ἑαυτὸν παρέχων, νοσήσαντος δὲ καὶ πρὸς ταῖς τοῦ σώματος θεραπείαις ὄντος πρὸς τῷ σώματι εἶναι καὶ τοῦ σώματος γεγονέναι.